Κυριακή, 6 Ιουλίου 2014

ΚΥΡΙΑΚΗΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ-ΑΚΟΛΟΥΘΙΑ ΣΠΑΝΙΑ



site analysis

(Νικολαΐδης, 1831)
ΝΕΚΤΑΡΙΟΣ ΜΑΜΑΛΟΥΓΚΟΣ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, καὶ τὸ Μακάριος Ἀνήρ, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους η' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας. Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος.
Σήμερον πιστοὶ συνδράμωμεν, ἐν ναῷ τῆς σοφῆς, Κυριακῆς ᾄσμασι, τιμῶντες χρεωστικῶς, ταύτης τὴν ἄθλησιν, ὡς ἥλιος γὰρ φαιδρός, τῇ οἰκουμένῃ νῦν πάσῃ ἀνέτειλε, φωτίζουσα τοὺς πιστῶς, ταύτην τελοῦντας τὴν θείαν πανήγυριν, καὶ Χριστῷ ἀναβοῶντας· Δέσποτα Φιλάνθρωπε, Ἀθληφόρου πρεσβείαις, τὴν εἰρήνην ἡμῖν δώρησαι.
Δεῦτε, συνελθόντες σήμερον, τῶν πιστῶν ἡ πληθύς, ὕμνοις καταστέψωμεν, ὡς ῥόδοις ἐαρινοῖς, μνήμην τὴν ἔνδοξον, τῆς Ἀθληφόρου πιστῶς, Κυριακῆς τῆς Παρθένου καὶ Μάρτυρος, κραυγάζοντες πρὸς Αὐτόν· ὦ Ἀθληφόρε πρεσβείαις σου αἴτησαι, τὴν εἰρήνην, τοῖς πιστῶς σου τελοῦσι τὴν ἄθλησιν, καὶ ψυχῶν σωτηρίαν, ἄμα δὲ καὶ μέγα ἔλεος.
Χαίροις, τῶν πιστῶν τὸ στήριγμα, καὶ Μαρτύρων δόξα, καὶ Παρθένων καύχημα, καὶ πάντων τῶν εὐσεβῶν τὸ ἐγκαλλώπισμα, Παρθενομάρτυς Χριστοῦ, Κυριακὴ Ἀθληφόρε ἀοίδιμε, μὴ διαλίπῃς σεμνή, ὑπὲρ ἡμῶν ἱκετεύειν ἑκάστοτε, τῶν πιστῶν ἐπιτελούντων τὴν θείαν σου ἄθλησιν, ἐκ λιμοῦ καὶ θανάτου, καὶ κινδύνων διασώζεσθαι.
Μάρτυς, Ἀθληφόρε ἔνδοξε, τῶν Μαρτύρων κλέος, καὶ πιστῶν προπύργιον, καὶ πάσης τῆς οἰκουμένης τὸ ἀγλάϊσμα, σὲ πόθῳ Κυριακῇ, νῦν συνελθόντες ἐν ὕμνοις γεραίρομεν, βοῶντές σοι ἐκτενῶς· ὦ Ἀθληφόρε Χριστὸν καθικέτευε, ὑπὲρ τῶν ἐπιτελούντων τὴν ἁγίαν μνήμην σου, λυτρωθῆναι κινδύνων, καὶ παντοίων περιστάσεων
Ἕτερα, ἐκ τοῦ Μηναίου. Ἦχος β'. Ὅτε, ἐκ ξύλου σε.
Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον, καὶ δεσμοῖς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ' αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαΐαις· ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε.
Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας· ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθῳ καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.
Δόξα... Ἦχος πλ. β'
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτόν, ἐν ἀγαλλιάσει τὴν λαμπάδα κατέχουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.
Καὶ νῦν... Θεοτοκίον
Τίς μη μακαρίσει σε…
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Οἱ τῷ αἵματι Χριστοῦ τὰς ψυχὰς σφαγιασθέντες, εἰς ἡμέρας ἀπολυτρώσεως, αἵμα ἅγιον ἐκ μαρτυρικῆς πηγῆς ἀναβλύζον ἡμῖν, μετ’ εὐφροσύνης πνευματικῆς, προφητικῶς ἀντλήσωμεν, τῶν ζωηῤῥήτων παθημάτων τοῦ Σωτῆρος, καὶ ἀοιδίου δόξης μορφωτικόν, διὸ Αὐτῷ βοήσωμεν· ὁ ἐν δοξαζόμενος ἐν ταῖς ἁγίοις Σου Κύριε, ταῖς τῆς Ἀθληφόρου Κυριακῆς πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Ἠσχύνθη ὁ βάσκανος ἐχθρός, ὑπὸ γυναικὸς ἠττηθεῖς, ὅτι τὴν προμήτορα ἔσχεν ὄργανον πρὸς ἁμαρτίαν, ὁ γὰρ ἐκ Παρθένου σαρκωθεὶς Λόγος τοῦ Πατρὸς ἀτρέπτως, καὶ ἀφύρτως, ὡς οἶδε μόνον Αὐτός, τὴν κατάραν ἔλυσε τῆς Εὔας καὶ τοῦ Ἀδάμ, Χριστὸς ὁ στεφανώσας ἀξίως, Κυριακὴν τὴν Μάρτυρα, καὶ δι’ αὐτῆς δωρούμενος τῷ κόσμῳ, ἰλασμὸν καὶ τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Τὴν πανήγυριν σήμερον τῆς Ἀθληφόρου Κυριακῆς, δεῦτε λαοὶ ὑμνήσωμεν. Ταύτην γάρ, οὔτε ξίφος, οὔτε πῦρ, οὔτε ἄλλη βάσανος, οὔτε τοῦ πολυπλόκου Βελίαρ τὰ ἔνεδρα ἐτροπώσαντο. Χριστὸν ἱκέτευε καλλιμάρτυς πανένδοξε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Ἀθλητικὴν πανήγυριν πιστοί, θεοφρόνως τελουμένην θεάμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῷ ἡμῶν, εὐχαριστήριον αἶνον μελωδήσωμεν. Τὸ γὰρ ἀόρατον κράτος τῆς ἐναντίας δυνάμεως, ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, καὶ τὴν θείαν Αὐτοῦ δύναμιν, ἐν ἀσθενείᾳ τελειώσας τῆς Καλλιμάρτυρος. Ταῖς αὐτῆς πρεσβείαις σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Δοξάζομέν Σου Χριστὲ τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει του Σταυροῦ Σου Φιλάνθρωπε. Τύραννον οὐκ ἐπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου Σου ἔδραμον, πρεσβεύουσαι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Ἐθαυματούργησε Χριστέ, τοῦ Σταυροῦ Σου ἡ δύναμις, ὄτε καὶ ἡ Μάρτυς Κυριακὴ, ἀθλητικὸν ἀγῶνα ἠγωνίσατο, ὅθεν τὸ ἀσθενὲς τῆς φύσεως ἀποῤῥιψαμένη, γενναίων ἀντέστη κατὰ τῶν τυράννων. Διὸ καὶ τὰ βραβεῖα τῆς νίκη κομισαμένη, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. Α΄.
Τῇ παρθενικῇ σου θελχθεῖς ὡραιότητι, ὁ Βασιλεῦς τῆς δόξης Χριστός, ὡς ἀμώμητόν σε Νύμφη ἐαυτῷ ἠρμόσατο, συναφείᾳ ἀκηράτῳ, ἐν γὰρ τῷ θελήματι Αὐτοῦ, παρασχόμενος τῷ κάλλει σου δύναμιν κατ’ ἐχθρῶν τε καὶ παθῶν ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασα αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάτοις, διπλῷ στέφει, δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν Αὐτοῦ ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον Παρθενομάρτυς Κυριακὴ ἀοίδιμε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν καὶ ζωήν, καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε…
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς Παρθένον καὶ Μάρτυρα, ὡς Θεοῦ Νύμφην ἄφθορον, ὡς τῷ θείῳ Πνεύματι διαλάμπουσαν, ὡς τὸν Χριστὸν ἀγαπήσασαν, ἐχθρὸν δὲ αἰσχύνασαν, ὡς ἀθλήσασα στεῤῥῶς, καὶ πολύπλοκα βάσανα ὑπομείνασαν, εὐφημοῦμέν σε πίστει Ἀθληφόρε, καὶ τὴν μνήμην σου τελοῦμεν, τὴν φωταυγῆ καὶ σωτήριον.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Ὡς γενναίον ἀδάμαντα, ὡς θεόφρονα Μάρτυρα, ὡς τὴν πλάνην λύσασα τοῦ ἀλάστορος, καὶ τὸν τῆς Εὔας πολέμιον, γενναίῳ φρονήματι, συμπατήσασαν εἰς γῆν, εὐφημοῦμέν σε ἔνδοξε καὶ χωρήσασαν, Παραδείσου πρὸς πλάτος Ἀθληφόρε, θεωθεῖσαν καὶ τυχοῦσαν, ἐπιτηδείου μεθέξεως.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου, καὶ κατηύθηνε τὰ διάβηματά μου.
Τὴν σὴν μνήμην πανένδοξε, τὴν λαμπρὰν καὶ πολύφωτον, φαιδρῶς ἑορτάζοντες σὲ ἱκετεύωμεν, Κυριακὴ παναοίδιμε, ταῖς θείαις πρεσβείαις σου περιφρούρησον ἡμᾶς, τοὺς σοὺς δούλους πανεύφημε, ἐκ κινδύνων τε, πειρασμῶν πολυτρόπων καὶ ἐκ νόσων, καὶ δεινῶν ἐπερχομένων, τοὺς τῇ σῇ σκέπῃ προστρέχοντας.
Δόξα... Ἦχος β'
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς Παρθένου ἐγκώμιον! ὦ Παρθενία, ναὸς Θεοῦ! ὦ Παρθενία, Μαρτύρων δόξα! ὦ Παρθενία, Ἀγγέλων συνόμιλε.
Καὶ νῦν... Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Νῦν Ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς βρύσις πολύκρουνος, Παρθενομάρτυς Χριστοῦ, κατήρδευσας πάνσοφε, τὴν Ἐκκλησίαν Αὐτοῦ, καὶ ἤθλησας ἄριστα, ἔσωσας τοὺς ἐν σκότει τῆς εἰδωλομανίας, αἴγλη τῶν σῶν θαυμάτων Κυριακὴ Ἀθληφόρε, διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Ἕτερον.
Ἡ ἀμνάς Σου Ἰησοῦ…
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον…
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τιμήσασα Θεόν, παρ’ Αὐτοῦ ἐτιμήθης, Μαρτύρων καλλονή, καὶ Παρθένων τὸ κλέος, διὸ καὶ στεφάνοις σε, νῦν διπλοῖς κατεκόσμησε, τῆς αθλήσεως, καὶ παρθενίας θεόφρον, ὅθεν αἴτησαι, Κυριακὴ ἀθληφόρε, σωθῆναι τοὺς δούλους σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν πάντων Ποιητήν, καὶ Θεόν σου καὶ Κτίστην, πανάμωμε Ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας, ὅν δοξάζοντες, σὲ ἀνυμνούμεν Παρθένε, ὡς παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου αντίληψις.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἐν τῇ ἀθλήσει σου, πάντας ἐξέπληξας, ὅτι ὑπέμεινας, τὰς τῶν τυράννων πληγάς, δεσμὰ βασάνους φυλακᾶς, Κυριακὴ ἀοίδιμε, ὅθεν καὶ τὸν στέφανον, ὁ Θεός σοι δεδώρηται, ὅνπερ ἐπεπόθησας, ψυχικῶς καὶ προσέδραμες, Αὐτὸς καὶ τὰς ἰάσεις παρέχει πάσι τοῖς πίστοις προσιούσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἅπας ὁ βίος μου, ἐν ῥαθυμίᾳ πολλῇ, διῆλθε Πάναγνε, καὶ νῦν προσήγγισα, τῷ τῆς ἐξόδου καιρῷ, καὶ δέδοικα τοὺς ἐχθροῦς μου, μὴ διασπαράξω σοι, τὴν ψυχήν μου Θεόνυμφε, καὶ τῆς απωλείας με, τῷ βυθῷ παραπέμψωσιν, ἀλλ’ οἴκτειρον τὸν δούλον Σου Κόρη, καὶ ῥῦσαί με τῆς τούτων κατακρίσεως.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Νυμφίον σου Χριστῷ ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας πανεύφημε, ὅθεν εἰσελήλυθας, σὺν Αὐτῷ εἰς τοὺς γάμους, τὸ στέφος τῆς ἀθλήσεως, παρ’ Αὐτοῦ δεξαμένη, ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, Κυριακὴ τοὺς τελούντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Καταφυγὴ τῶν ἐν δεινοῖς ὑπαρχόντων, καταλλαγὴ πρὸς τὸν Θεὸν τῶν πταιόντων, Ὑπεραγία Δέσποινα περίσωζε ἡμᾶς, πάσης περιστάσεως, καὶ κακίας ἀνθρώπων, καὶ φρικτῆς κολάσεως, καὶ παθῶν ἀτιμίας, τοὺς ἀδιστάκτῳ πίστει σε Ἁγνή, προσκαλουμένους Παρθένε πανύμνητε.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Μάρκον: Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ…
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν… (Ζήτει εἰς τὸ Δοξαστικὸν τῶν Στίχων τοῦ Ἑσπερινοῦ.)
Οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου· καὶ τῆς Ἁγίας β΄.
Ὁ α΄ Κανὼν τῆς Ἁγίας ἐκ τοῦ Μηναίου, οὗ ἡ Ἀκροστιχίς: Χαίρων κροτῶ σε, Μάρτυς, εὐσεβοφρόνως. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος β'. Δεῦτε λαοί
Χαρμονικῶς, ἐπὶ τῇ μνήμῃ χορεύσωμεν, τῆς ἀθληφόρου Μάρτυρος, καὶ ἐκβοήσωμεν, ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ Σωτὴρ οἰκτίρμον, σῷζε τὸν κόσμον σου.
Αἴγλῃ τῇ σῇ, φωτιζομένη ἡ ἔνδοξος, Κυριακὴ φιλάνθρωπε, σκότος διέφυγε, πολυθέου ἀπάτης, καὶ πᾶσιν ἰαμάτων, φέγγος ἀπήστραψεν.
Ἵνα Χριστῷ, τῷ ἀθανάτῳ νυμφίῳ σου, εὐαρεστήσῃς θάνατον, καὶ πῦρ καὶ βάσανα, εἰς οὐδὲν ἐλογίσω· διὸ τῆς ἀθανάτου, δόξης ἠξίωσαι.
Θεοτοκίον.
Ῥύμην Ἁγνή, τὴν τοῦ θανάτου ἀνέστειλας, ἀθανασίας πρόξενον, Χριστὸν κυήσασα, ὃν ὁ ᾍδης θανέντα, βουλήσει ἑκουσίᾳ, ἰδὼν ἐτρόμαξεν.
Ἕτερος, οὗ ἡ Ἀκροστιχίς: Τὴν ἄθλησίν σου Κυριακὴ ὑμνήσω δε. Ἰωάννης. (Τραπεζούντιος, βιβλιογράφος).
Ἦχος α΄. Ἀνοίξω τὸ στόμα μου.
Τὴν μνήμην τὴν ἔνδοξον, τῆς Ἀθληφόρου σε Κύριε, ὑμνεῖν ἐφιέμενος, καὶ τὰ παλαίσματα, χάριν ἄνωθεν, ἐξ ὕψους ἐξαιτοῦμαι, δι’ ἧς ἀναμέλψασαι ταῦτα δυνήσομαι.
Ἤνεγκας στεῤῥότατα, δεινὰς βασάνους ἀοίδιμε, Κυριακὴ ἔνδοξε ὑπὲρ ἀγάπης Χριστοῦ, ὅθεν εἴληφας, παρ’ Αὐτοῦ θείαν χάριν, ἰᾶσθαι νοσήματα, τῶν προστρεχόντων σοι.
Ναὸς ὁ σὸς ἔνδοξε, κρήνη θαυμάτων γνωρίζεται, ἡμῖν τοῖς συνδράμουσι τούτῳ ἐκ πίστεως, θεραπεύει γάρ, ψυχῶν τε καὶ σωμάτων, πάθη καὶ νοσήματα τῶν ἀνυμνούντων σε.
Θεοτοκίον.
Ἁγίασον Δέσποινα, τὴν ταπεινήν μου διάνοιαν, ἡ τὸν ὑπερούσιον, λόγον κυήσασα, καὶ ὑπάρχουσα, πασῶν ἁγιωτέρα, τῶν ἄνω δυνάμεων Θεοχαρίτωτε.
ᾨδὴ γ΄. Τῆς Ἁγίας. Στερέωσον ἡμᾶς
Ὁ λόγος τοῦ Θεοῦ ἁγνὴν σε ἄφθορον, ὡραίαν τῷ κάλλει Μάρτυς δειχθεῖσαν, ἑαυτῷ νύμφην προσήκατο, ἐρασθείς σου δι' ἄκραν ἀγαθότητα.
Τὰ κάλλη τὰ ἐκτὸς καταμαράνασα, τὴν ἔνδον ὑπέδειξας εὐμορφίαν, τῷ γινώσκοντι τὰ κρύφια, διὰ τοῦτό σε Μάρτυς ἐμνηστεύσατο.
Ὡς κλάδος ἱερὸς ὡραία τέθηλας, ἐκ ῥίζης ἁγίας Παρθενομάρτυς, καὶ καρποὺς ὡραίους ἤνεγκας, τὴν τρυφὴν τὴν ἀγήρω προξενοῦντάς σοι.
Θεοτοκίον.
Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, τεκοῦσα Παρθένε, τοῦ σοφιστοῦ με, τῆς κακίας ἐλευθέρωσον, μεσιτείᾳ σου μόνη παναμώμητε.
Ἕτερος. Τοὺς σοὺς ὑμνολόγους.
Θεῖον ἐν καρδίᾳ συλλαβοῦσα, ἔρωτα σοφὴ Κυριακὴ, ὑπῆλθες πρὸς τὰ σκάμματα, τοῦ μαρτυρίου ἔνδοξε, διόπερ καὶ τὸ αἶμά σου, τὸ θεῖον χαίρων ἐξέχεας.
Λύτρωσαι πυρὸς τοῦ αἰωνίου, πρεσβείαις σου Μάρτυς τοῦ Χριστοῦ, τὸν δούλον σου πανεύφημε, Κυριακὴ τὸν δείλαιον, τὸν σε ὕμνοις γεραίροντα, καὶ ἐν ᾠδαῖς μεγαλύνοντα.
Ἤσχυνας ειδώλων τῶν ματαίων, τὸ ἄθεον φρύαγμα σοφή, καὶ τὸν Χριστὸν ἐκήρυξας, Θεὸν εἶναι τοῦ σύμπαντος, ὑφ’ οὗ καὶ κατέστεψε, στέφει διπλῷ παναοίδιμε.
Θεοτοκίον.
Σῶσόν με Παρθένε Παναγία, τὸν σοὶ προσπεφευγότα ἀγαθή, πυρὸς τοῦ αἰωνίζοντος καὶ τῶν ἀποκειμένων μοι, βασάνων Θεονύμφευτε, ὅπως ἐν πίστει δοξάζω σε.
Κάθισμα. Ταχὺ προκατάλαβε.
Ἁγνείας στιλπνότητι, κρίνον ὡς εὔοσμον, κοιλάσιν ἐξήνθησας, Κυριακὴ τῷ Χριστῷ, μαρτύρων πανεύφημε. Λάμψεσιν ἐφωτίσθης, ἐπιγνώσεως θείας, πλάνης δυσωδεστάτης, ἀπελαύνουσα βλάβην·διὸ καὶ ἑορτάζομεν, Μάρτυς τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ἡ στεῖρα τὴν ἔλευσιν, προκατιδοῦσα τὴν σήν, καὶ τῶν ἀσπασμῶν φωνήν, ἐνηχηθεῖσα ὠσίν, ἠπόρει τῷ πράγματι, ἔνδοθεν ἐγνωκυῖα, ἀσπασμοῖς σοῖς Παρθένε· ἐσκίρτα γὰρ τὸ βρέφος, ἐν αὐτῆς τῇ νηδύϊ· διὸ τοῦ ἐν γαστρί σου Θεοῦ ἔγνω τὴν σάρκωσιν.
ᾨδὴ δ΄ . Ἕτερος. Εἰσακήκοα Κύριε.
Ἐπὶ βήματος ἵστασο, Κυριακή, ἀδίκως κρινομένη, καὶ κριτῇ δικαίῳ ἐνατενίζουσα.
Μέλη σώματος ἔδωκας, εἰς αἰκισμούς, καὶ αἵματος Παρθένε, ταῖς ῥοαῖς ἀσάρκους ἐχθροὺς ἐβύθισας.
Ἀταπείνωτος ἔμεινας, Κυριακή, βασάνοις ὁμιλοῦσα, καὶ τὴν ἐπηρμένην ὀφρὺν κατέβαλες.
Θεοτοκίον.
Ῥῦσαι πάσης κακώσεως, τοῦ δυσμενοῦς, Παρθένε τοὺς εἰδότας, ἀληθῶς Θεοῦ σε Μητέρα πάναγνε.
Ἕτερος. Τὴν ἀνεξιχνίαστον.
Ἵνα σου τὴν ἔνδοξον χαρμονικῶς, μνήμην ἐυφημήσω γηθόμενος, χαρίτωσόν μου, καὶ διάνοιαν καὶ νοῦν, καὶ τὰς σειρὰς πταισμάτων μου, ταῖς σαῖς ἱκεσίαις ἐξάλειψον.
Νέμας ἀθληφόρε Κυριακὴ, χάριν ταῖς πρεσβείαις σου ἔνδοξε, τοῖς ἐκτελοῦσι, πόθῳ σου τὴν ἱεράν, καὶ ἔνδοξον πανήγυριν, καὶ πλημμελημάτων συγχώρησιν.
Σώμα σου παρέδωκας τοῖς ἀικισμοῖς, διὰ τὸν ποθούμενον Κύριον, Παρθενομάρτυς τοῦ Χριστοῦ Κυριακὴ, παρ’ οὗ καὶ τῶν καμάτων σου, τὰς ἀμειβὰς νῦν ἀπείληφας.
Θεοτοκίον.
Ὅλην σε τῷ Πνεύματι ὁ Γαβριήλ, περιηγνισμένην Πανάμωμε, κατανοήσας, ἐκβοᾶ σοι ἐμφανῶς, χαῖρε ἀρᾶς ἡ λύτρωσις, καὶ τῶν Προπατόρων ἀνάκλησις.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός
Τὴν καθαράν σου ψυχήν, ναὸν Θεοῦ παναληθῆ δείξασα, Κυριακή, ναοὺς τῶν εἰδώλων ἠδάφισας, Χριστόν, ἐπικαλουμένη, τὸν σὲ δυναμώσαντα.
Ὕψωσας χεῖρας καὶ νοῦν, πρὸς τὸν Χριστὸν Κυριακὴ ἔνδοξε, καὶ φοβερῷ, σεισμῷ τοὺς ἀθέους κατέπληξας εἰς γῆν, κατανενευκότας, καὶ βλέπειν μὴ σθένοντας.
Σὲ ὁ τῶν ὅλων Θεός, θαρσοποιεῖ ζώσῃ φωνῇ ἄνωθεν, τοὺς αἰκισμούς, φέρειν τῶν ἀνόμων, γενναίῳ λογισμῷ, ὅπως ἀναδήσῃ, τῆς νίκης τὸν στέφανον.
Θεοτοκίον.
Ἔλυσας Ἄχραντε, τῶν προπατόρων τὴν ἀρὰν τέξασα, ἄνευ σαρκός, σεμνὴ θελημάτων, τὸν πάντα τῷ αὐτοῦ, θελήματι θείῳ, σαφῶς οὐσιώσαντα.
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ὑμνήσωμεν ᾄσμασι, Κυριακὴν τὴν ἔνδοξον, αὕτη γὰρ ἀνδρείως ἐν σταδίῳ, μεγαλοφώνως τὸν ἐπὶ πάντων Θεόν, ἐκήρυξε, δι’ οὗ καὶ αἰκισμούς, χαίρουσα ὑπέμεινε, ἐναθλούσα στεῤῥότατα.
Κάλλος τὸ τοῦ σώματος, καὶ ἄνθος τῆς νεότητος, μηδόλως φεισαμένη Ἀθληφόρε, δειναῖς σαυτὴν παρέδωκας, ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ, παρ’ Οὗ καὶ τὸν στέφανον, μαρτυρίου κεκόσμησαι.
Υἱοὶ οἱ τοῦ σκότους σε, Κυριακὴ προστάττοντες, θυσίαν προσάγειν δαιμονίοις, οἱ δὲ ἐβόας αὐτοῖς ἀοίδιμε, θυσίαν προσάγω τῷ Χριστῷ, τῷ Θεῷ καὶ Πλάστην μου, ἐμαυτὴν δι’ ἀθλήσεως.
Θεοτοκίον.
Ῥημάτων ὑπήκοος, τοῦ Γαβριὴλ πανάμωμε, γέγονας ἐν μήτρᾳ συλλαβοῦσα, Χριστὸν τῶν ὅλων Θεὸν καὶ Κύριον, λόγον τὸν συνάναρχον Πατρί, τὸν τοῦ κόσμου ἅπαντα, ἀλογίας λυτρούμενον.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ὑπερέβης τοὺς ὅρους τῆς φύσεως, ἐν τῇ ὑπὲρ φύσιν ἀθλήσει, Πανεύφημε, καὶ τὸν τὴν Εὔαν τρώσαντα, τοῖς μεγίστοις σου πόνοις κατέτρωσας.
Σταλαγμοῖς τῶν αἱμάτων σου Πάνσεμνε, τῆς πολυθεΐας βυθὸν ἀπεξήρανας, καὶ ἰαμάτων πέλαγος, τοῖς πιστῶς προσιοῦσιν ἀνέβλυσας.
Ἐπὶ βήματος θῆρες ᾐδέσθησαν, σὲ τὴν ἀδιάφθορον ἀμνάδα ἔνδοξε, Κυριακὴ καὶ σέβας σοι, ὡς Χριστὸν σεβομένη ἀπένειμαν.
Θεοτοκίον.
Βασιλέα κυήσασα Κύριον, οἷά περ Βασίλισσα θεοχαρίτωτε, τοὺς ἐπὶ σοὶ προστρέχοντας, οὐρανῶν βασιλείας ἀξίωσον.
Ἕτερος. Τὴν θείαν ταύτην.
Ἰσχύϊ Μάρτυς τοῦ Πνεύματος, Κυριακὴ σαφῶς κατεπάτησας, ἐχθρῶν τὰς φάλαγγας, τῶν νοητῶν παναοίδιμε, διὸ καὶ τοὺς τῆς νίκης στεφάνους εἴληφας.
Ἀθλοῦσα Μάρτυς πανεύφημε, ὑπὲρ Χριστοῦ προθύμως ἐξέχεας, τὸν θεῖον αἵμασιν, ὑφ’ οὗ καὶ χάριν ἀπήλειφας, ἰατρεύειν πάθη τῶν προστρεχόντων σοι.
Κλέος Μαρτύρων καὶ καύχημα, Παρθένων ἀνεδείχθης πανεύφημε, τῇ καρτερίᾳ σου, Κυριακὴ παναοίδιμε, διὸ ἐν ὕμνοις πάντες, σὲ νῦν γεραίρομεν.
Θεοτοκίον.
Ἡ μόνη Μήτηρ Θεοῦ ἡμῶν, πρεσβείαις Αὐτὸν ἐξιλέωσαι, ὑπὲρ τῶν δούλων σου, τοῦ δοῦναι ἄφεσιν Δέσποινα, ἡμῖν ἁμαρτημάτων, τοῖς σὲ γεραίρουσι.
Κοντάκιον Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ᾆσαι νῦν· φερωνύμως αὕτη γὰρ πέφηνεν, ὡς ἀνδρεία τῷ φρονήματι, κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.
Ὁ Οἶκος
Τῆς τῶν εἰδώλων πλάνης κρατούσης ἀνὰ πᾶσαν τὴν γῆν, καὶ περιπολούσης, φιλόχριστοι. Μέδοντός τε δυσσεβοῦς καὶ ἀπανθρώπου ὄντος παρὰ πάντας ἀνθρώπους, προσεκυνεῖτο ἡ τῶν ἀθέων μιαρὰ καὶ δυσώνυμος αἵρεσις· τῇ τούτου γὰρ ἀθεωτάτῃ φωνῇ τὰ πλήθη ὑπήκουεν, ὡς τοῖς μὴ εἴκουσι τῇ αὐτοῦ ἀσεβείᾳ θάνατον ἀπειλούσῃ σφοδρὸν τε καὶ δύσμορον. Ἀλλ' ἡ Μάρτυς Χριστοῦ, τὰς τῶν τυράννων ἀθέους προσταγάς τε καὶ ἀπειλὰς καταπτύσασα, καὶ Χριστὸν τὸν Θεὸν ἐν μέσῳ τοῦ σταδίου κηρυξασα, τόν ἐχθρὸν κατεπάτησεν· ὅθεν ὤφθη ἀληθῶς κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.
Συναξάριον
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Κυριακῆς.
Στίχοι
Κυριακὴ θανοῦσα τὴν τομὴν φθάνει
Προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει.
Κυριακῇ πέφυκε παθῶν κυρίᾳ,
Διόπερ ὑπέμεινεν ἄθλα μυρία.
Τῇ δ’ ἑβδομάτῃ θάνε Κυριακῇ μεγαλάθλοιο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ ἐν τῷ Μαλεῷ.
Στίχοι
Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσῆς, Πάτερ,
Ὡς ἀετὸς τις ἐξανέπτης πρὸς πόλον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Περεγρίνου, καὶ τῶν σὺν αὐτῷ, Λουκιανοῦ, Πομπηΐου, Ἡσυχίου, Παππίου, Σατορνίνου καὶ Γερμανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Πολύκαρπος καὶ Εὐάγγελος ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀπολλωνίου, ἐπισκόπου Βρέσκιας Ἰταλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Εὐστάθιος πυρὶ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ὁ νοῦς σου φωτί, ἀγαπήσεως Θεοῦ λελαμπρυσμένος, μέσον καμίνου ἱσταμένης σου, φλογιζομένης οὐδόλως δέ, ἄτρεπτος παρθένε ἐδείχθη, μελῳδούσης τῷ Κτίστῃ σου· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Φλογίζει τοὺς τρεῖς, νεανίας οὐδαμῶς τὸ πρὶν ἡ κάμινος, οὐδὲ τὴν Μάρτυρα· εὐχομένη γάρ, μέσον ἀκλόνητος ἵστασο, δρόσον θεϊκὴν δεχομένη, καὶ ἐν αἰνέσει κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥομφαίᾳ τῆς σῆς, παρρησίας τὸν ἐχθρόν της ἀληθείας, Παρθενομάρτυς ἐθανάτωσας, κληρονομῆσαι ποθήσασα, τὴν διαιωνίζουσαν δόξαν, Κυριακὴ καὶ κραυγάζουσα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὁ μόνος Θεός, μόνην εὗρε καθαρὰν τὴν σὴν γαστέρα, καὶ σωματοῦται καὶ γνωρίζεται, ἄνθρωπος σῴζων τὸν ἄνθρωπον· ὅθεν τῶν καλῶν ὡς αἰτίαν, σὲ ἐπιστάμενοι ψάλλομεν· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Ὑφαντὸν ἐν τῶν ἄνω θείας χάριτος, χιτῶνα ἄφθαρτον ὁ Ποιητῆς τοῦ παντός, ἐνέδυσε ἔνδοξε διατηρήσασα, ἀδιάφθορον, τὸ σῶμα παναοίδιμε, καὶ νίκης στέφος πάρεσχε.
Μαρτυρίου λαμπηδόσι διαλάμπουσα, Μάρτυς καὶ στέφανον τῆς ἀφθαρσίας σεμνή, ἐνδεδυμένη χαίρουσα Χριστῷ παρίστασαι τῷ Νυμφίῳ σου, Κυριακὴ πανεύφημε, εις οὐράνιον νυμφῶνα.
Νοερῶς σὺ ἑνουμένη θείῳ ἔρωτι, Μάρτυς πανένδοξε, νῦν τὰς ἐκεῖθεν αυγάς, πλουσίως εἰσδέδεξαι αἷς καὶ νῦν ἡμᾶς, παναοίδιμε, καταυγασθῆναι πρέσβευε, τοὺς τελοῦντάς σου τὴν μνήμην.
Θεοτοκίον
Ἡ τῷ τόκῳ σου Παρθένε, παναμώμητε, ἀποστειρώσασα πᾶσαν κακίαν Ἁγνή, τοῦ πλάνου καὶ πράξεως καλῆς στειρεύουσαν σὴν καρδίαν μου, νῦν καρποφόρον ποίησον, τὸν Θεὸν ἱλεουμένῃ.
ᾨδὴ ζ΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Νύμφη Χριστοῦ παρθενικαῖς, καλλοναῖς Κυριακὴ πεποικιλμένη, ἐγνωρίσθης· διὸ σε, ἐπουρανίων αὐτός, θαλάμων ἀξίως ἠξίωσεν, ἀνυμνολογοῦσαν, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὡς Δανιὴλ μέσον θηρῶν, ἐνεβλήθης τὸν Χριστὸν δοξολογοῦσα, καὶ τὴν τούτων Παρθένε, θηριωδίαν σαφῶς, τῷ θείῳ μετέβαλες Πνεύματι· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Σὲ ὡς ἀμνάδα πρὸς σφαγήν, διὰ πόθον τοῦ ἀμνοῦ Θεοῦ καὶ Λόγου, ἀγομένην οἰκτίρας, ὡς συμπαθὴς φωτεινούς, ἐκπέμπει Ἀγγέλους τοῦ σώματος, λύοντάς σε Μάρτυς, πρὸ τῆς τομῆς τοῦ ξίφους.
Θεοτοκίον
Ὁ ὑπερούσιος Θεός, οὐσιώθη καθ' ἡμᾶς ἐκ σοῦ Παρθένε, καὶ ὡράθη ὡς βρέφος, ὁ πρὸ αἰώνων Πατρί, καὶ θείῳ συνυπάρχων Πνεύματι· ὅθεν ὡς αὐτοῦ σε, δοξάζομεν Μητέρα.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Σὲ ὦ Ἀθληφόρε συνελθόντες, ἐν ὕμνοις νῦν τιμῶμεν παναοίδιμε, καὶ πιστῶν τὴν θείαν σου, εἰκόνα ἀσπαζόμεθα, ἐξ ἧς τὰ τῶν ἰάσεων ῥεῖθρα λαμβάνοντες, τὸν Κύριον ὑμνοῦμεν τὸν δόντα, ἡμῖν σὲ προστάτην καὶ ῥύστην ἐν κινδύνοις.
Ὥσπερ ἑωσφόρος Ἀθληφόρε, ἀνέτειλεν ἡμῖν ἡ θεία μνήμη σου, πάντας καταυγάζουσα, τοὺς σὲ πιστῶς γεραίροντας, Κυριακὴ ἀείμνηστε, καὶ ἀνακράζοντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Δίδυμοι τὴν ἄφεσιν πταισμάτων, ταῖς σαῖς νῦν παναοίδιμε δεήσεσι, καὶ ῥῶσιν καὶ ἔλεος, ψυχῆς ὁμοῦ καὶ σώματος, ὅπως ἐλπίδα πάντοτε ὕμνοις γεραίρω σε, καὶ Κύριον δοξάσω ἀπαύστως, τὸν ἐν τοῖς Ἁγίοις Αὐτοῦ τερατουργοῦντα.
Θεοτοκίον
Ἐπ’ εὐεργεσίαν τῶν ἀνθρώπων, ὁ Λόγος σωματωθῆναι κατηξίωσαι, πύλην παρθενίας γάρ, ὤδευσεν ὁ Κύριος, καὶ Θεοτόκον ἔδειξε, διὸ κραυγάζομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
Μεγάλυνον ψυχή μου, τὴν ἄσπιλον ἀμνάδα, Χριστοῦ τοῦ Ζωοδότου.
Ἰσχυροτάτη Παρθένε, πρὸς Θεὸν πεποιθήσει, θηρίων ταὰς ὀρμᾶς καὶ τοῦ πυρός, καὶ ταῶν βασάνων τοῦ σώματος, ταὸ ἐπίπονον Μάρτυς, ἐξέκλινας γενναίῳ λογισμῷ, διὰ τοῦτο πίστει καὶ πόθῳ μακαρίζομεν.
Μεγάλυνον ψυχή μου, Κυριακὴν τὴν νύμφην, Χριστοῦ τοῦ Βασιλέως.
Ὡραιωτάτῳ Νυμφίῳ, ὡραιότατον κάλλος, ταῆς σῆς δ’ εὐτρεπίζουσα ψυχῆς, ταὴν παρθενίαν ἀκήρατον, διετήρησας Μαρτυς, καὶ τούτῳ ταῶν μελῶν τοὺς αἰκισμοῦς, ὥσπερ προῖκα προσήξας, Κυριακὴ πανεύφημε.
Μεγάλυνον ψυχή μου, τὴν ἐν Ἀθληφόροις, Κυριακὴ ταὴν θείαν.
Σοῦ ταὸ πολύαθλον σῶμα, ἐπὶ γῆς τεθαμμένον, ἰάσεων πηγάζει ποταμοῦς, τοῖς εὐσεβῶς προσπελάζουσι, καὶ παθῶν ἀπελαύνει ταὸν ῥῦπον καὶ βυθίζειν πονηράς, ταῶν δαιμόνων ἐφόδιον, Κυριακὴ θεόνυμφε.
Κυριακὴ παρθένε, δίδου μοι πταισμάτων, τὴν λύσιν σαῖς πρεσβείαις.
Ἡ παναγία σου μνήμη, ὥσπερ ἥλιος Μάρτυς, ἀνέτειλεν ἡμῖν Κυριακή, νέφη παθῶν ἀπελαύνουσα, καὶ φωτίζουσα πάντας, τοὺς πίστει ἀληθεῖ περιχαρῶς, σὲ τιμῶντας παρθένε, καὶ πόθῳ μακαρίζοντας.
Θεοτοκίον
Μεγάλυνον ψυχή μου, τὴν ἄχραντον Μητέρα, τοῦ πάντων Βασιλέως.
Φωτεινοτάταις λαμπάσι, ταὸν ἒκ Σοῦ σαρκωθέντος, Παρθένε Παναγία ὑπὲρ νοῦν, οἱ Θεοτόκον εἰδόντες σε, φωτιζόμεθα πίστει, καὶ σκότους ἐκλυτρούμεθα παθῶν, καὶ παντοίων κινδύνων καὶ πάσης περιστάσεως.
Ἕτερος. Ἅπας γηγενῆς.
Ἄγγελοι, τὴν ἄθλησιν τῆς Ἁγίας, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἐν θυλύϊᾳ τῇ φύσει, ὑπέστῃ ἀγῶνας.
Ἵνα σε πιστῶς, Μάρτυς παναοίδιμε πόθῳ γεραίρομε, καὶ πανηγυρίζομεν, τὴν θείαν ὄντως καὶ ἀξιέπαινον, καὶ φωτοφόρον ἔνδοξε μνήμην καὶ εὔσημον, δίδου πᾶσι, ῥῶσίν τε καὶ ἔλεος, καὶ ψυχῶν σωτηρίαν πανεύφημε.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Ἁγίας, τὴν ἄθλησιν τιμήσωμεν, Χριστὸν ἀπαύστως ὑμνοῦντες, τὸν ἐνισχύσαντα ταύτην.
Ὤ Κυριακή, Μαρτύρων τὸ καύχημα, καὶ ἐγκαλλώπισμα, παρθενίας ἔνδοξε, τὸν νοῦν μου φώτισον σκοτιζόμενον, ταῖς ἐπηρείαις πάντοτε τοῦ πολεμήτορος, ὅπως ἴδω, νοερῶς τὴν ἔλλαμψιν, τῆς Ἁγίας Τριάδος γεραίρων σε.
Ἅπαντες φιλέορτοι τῆς Ἁγίας, Κυριακῆς τὴν ἄθλησιν, νῦν ἑορτάσωμεν πόθῳ, ταύτην κοσμοῦντες ἐν ὕμνοις.
Ἄνωθεν ἡμᾶς, τοὺς ἐπιτελοῦντάς σου τὴν θείαν ἄθλησιν, Κυριακὴ φρούρησον, καὶ ἀβλαβεῖς ἡμᾶς διατήρησον, ταῖς πρὸς τὸν Κτίστην ἔνδοξε, θείαις πρεσβείαις σου, καὶ παράσχου, ἐγκλημάτων ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν καὶ ἔλεος.
Σήμερον εὐφραίνονται καὶ σκιρτῶσι, ἐν οὐρανοῖς τὰ τάγματα, τῶν Ἀθλουσῶν καὶ Παρθένων, Κυριακῆς ἐν τῇ μνήμῃ.
Νέμεις νῦν ἡμῖν, χάριν παναοίδιμε, τοῖς ἐκτελοῦσί σου, πόθῳ τὴν σεβάσμιον, μνήμην καὶ ὄντως ἀξιοθαύμαστον, Κυριακὴ ἀοίδιμε, ἄμα καὶ ἄφεσιν, ταῖς πρεσβείαις, ἐγκλημάτων αἴτησαι, τοῖς ἐν πίστει ᾀεὶ εὐφημούσι σε.
Ἄγγελοι τὸ πνεύμα σου Ἀθληφόρε, παραλαβόντες ἔτρεχον, ἀναγαγεῖν πρὸς τὸν Κτίστην, καὶ ἐραστήν σου παρθένε.
Νόες σου σεμνή, τοὺς ἀγῶνας ἔφριξαν, καὶ τὰ παλαίσματα, τὰ γενναῖα ἔνδοξε, Παρθενομάρτυς ἅπερ ὑπέμεινας, ἐν τῷ σταδίῳ πάσχουσα ὑπὲρ ἀγάπης Χριστοῦ, διὸ στέφει διπλῷ σὲ κατέστεψε, παρθενίας ὁμοῦ καὶ ἀθλήσεως.
Δόξα.
Ἅπαντες πιστοί, τὴν θείαν Τριάδα, Πατέρα προκυνήσωμεν, καὶ Πνεῦμα τὸ θεῖον, τὸ τρισυπόστατον κράτος.
Ἡ Τριὰς Πατήρ, καὶ Παράκλητε, Πνεῦμα τὸ Ἅγιον, ταῖς τῆς Ἀθληφόρου, Κυριακῆς πρεσβείαις Φιλάνθρωπε, τὴν σὴν εἰρήνην δώρησαι ταῖς ἐκκλησίαις σου, καὶ βαρβάρων τὸ θράσος κατάβαλε, καὶ λαοῦ σου τὸ κέρας
Καὶ νῦν. Θεοτοκίον.
Ἅπαντες, ἐν ὕμνοις τὴν Θεοτόκον, πιστοὶ ἀνευφημήσωμεν, τὴν παναγίαν παρθένον, καὶ τοῦ Σωτήρος Μητέρα.
Σάρκα τὴν ἐκ Σοῦ, ὁ Λόγος Πανάμωμε, περιβαλλόμενος, σεσωματωμένος δε, συνανεστράφη κόσμῳ ὡς εὔσπλαγχνος, μεμενηκὼς οὐκ ἔλλατον ὡς πρὶν ἀσώματος, καὶ τὸν πάλαι, πάντας τυραννήσαντα, θεϊκῇ δυναστείᾳ κατάβαλε
Ἐξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ἐν οὐρανοῖς ὡς Μάρτυς, Κυριακὴ σὺν τῷ Θεῷ, παρισταμένη ἔνδοξος, πάντας ἡμᾶς τοὺς εὐσεβῶς, μνήμην τὴν σὴν ἐκτελούντας, σώζε σεπταῖς σου πρεσβείαις.
Γυναῖκες ἀκουτίσθητε.
Ῥωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσαν θράσος, ἀθλοῦσα Μάρτυς γενναίως, καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Κυριακὴ πανθαύμαστε, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.
Ἐν Πνεύματι τῷ ἱερῷ.
Τὰς παρατάξεις τῶν ἐχθρῶν, καὶ δαιμόνων τὰ θράση, εἰς τέλος κατηδάφισας, καὶ τὸ στέφος ἐδέξω, Κυριακὴ ἀοίδιμε, ἐκ χειρὸς τοῦ Κτίστου σου, ὡς Μάρτυς τῆς ἀληθείας, διασώζεις δὲ πάντας, ἐκ παντοίων θλιβερῶν, σκανδάλων τοῦ ἀλλοτρίου.
Ὅμοιον. Θεοτοκίον.
Ἐκύησας Πανάχραντε, τοῦ Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην, διὰ τούτο σὲ πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων νόσων.
Αἶνοι. Ἦχος πλ. Δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Μάρτυς, Κυριακὴ ἔνδοξε, τῶν ἀθλουσῶν γυναικῶν, τὸν εὐώδες κειμήλιον, καὶ παρθένων καύχημα, σὲ ἐν ὕμνοις γεραίρομεν, καὶ τὴν εἰκόνα κατασπαζόμεθα, ἐξ ἧς περ ῥεῖθρα θείων ἰάσεων, ἀπαρυόμενοι, τὸν Χριστὸν δοξάζομεν τὸν ὑπὸ σοῦ, δοξασθέντα πρότερον, Μάρτυς πανεύφημε.
Χαίροις, Μαρτύρων τὸ καύχημα, καὶ παρθενίας σοφή, καθαρὸν ἐνδιαίτημα, χαίροις τὰ σεβάσματα, τῶν εἰδώλων συντρίψασα, καὶ σταδίῳ ὀμολογήσασα, Χριστὸν τῶν ὅλων Κτίστην καὶ Κύριον, ὅθεν καὶ ἤθλησας, Κυριακὴ ἔνδοξε, Μάρτυς Χριστοῦ, διὸ τῶν τιμώντων σε, ᾀεὶ μνημόνευε.
Δεῦτε, συστήματα ἅπαντα, τῶν εὐσεβῶν ἐν ναῷ, τῆς Ἁγίας συνδράμωμεν, καὶ κατασπασώμεθα, μετὰ πόθου καὶ πίστεως, αὐτῆς τὴν θείαν μορφὴν γεραίροντες, ταύτην ἐν ὕμνοις, καὶ ἐκβοήσωμεν, Μάρτυς πανεύφημε, Κυριακή, μέμνησο τῶν σοῦ πιστῶς, μνήμην τὴν πανίερον, τιμώντων ᾄσμασι.
Μάρτυς, τοῦ Χριστοῦ πανεύφημε, σὺ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώσασα, καὶ τοῖς θηρίοις, βορὰ ἐκδέδωσαι, αἰκίας πάσαις διὰ τὸν σὸν ἐραστήν, καθυπομείνουσι, τῶν στεφάνων ἔτυχες τῶν παρ’ Αὐτοῦ, Κυριακὴ ἔνδοξε, ὅθεν τιμῶμέν σε.
Δόξα. Ἦχος πλ. Δ΄.
Ἀλήθειας κρατῆρα, ἐξ οἰκείων αἱμάτων ἀθλητικῶν, ἡ πανεύφημος Μάρτυς τοῦ Χριστοῦ Κυριακὴ κερασαμένη, καὶ τούτον ἀεννάως τῇ ἐκκλησίᾳ προτιθεμένη, ἐπ’ αὐτῇ τοὺς τῆς εὐσεβείας τροφίμους, σοφίας φωνὴ προτρέπεται λέγουσα· ἀρύσασθε πόμα τῆς ἀναστάσεως μαρτύριον, τῶν ἐχθρῶν διωκτήριον, παθῶν καθαρτήριον, εὐσεβῶν δὲ ψυχῶν φυλακτήριον, τῷ Σωτήρι κράζοντες· ὁ ποτίσας ἡμᾶς, τὸν χειμάῤῥουν τῆς τρυφῆς τοῦ πνεύματος, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἁγίας ἡ γ΄ καὶ στ΄ ᾠδή.
Προκ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Ἀπόστολος, πρὸς Γαλάτας: Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν…
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη…
Μεγαλυνάρια.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ἐν ὕμνοις ᾀσμάτων, τὴν ἀκήρατον τοῦ Χριστοῦ, νύμφην καὶ παρθένον, Κυριακὴν τὴν θείαν, τὴν ὑπὲρ ἀγάπης, Χριστοῦ ἀθλήσασαν.
Τὴν λαμπάδα πάντες τὴν φαεινήν, καὶ τῆς παρθενίας τὸν ἀσύλητον θησαυρόν, τὴν νύμφην Κυρίου, καὶ ἄσπιλον ἀμνάδα, Κυριακὴν τὴν θείαν, πάντες τιμήσωμεν.
Λύτρωσαι κινδύνων καὶ πειρασμῶν, τοὺς ἐπιτελοῦντας τὴν φωσφόρον καὶ φωταυγῆ, μνήμην σου παρθένε, Κυριακὴ θεόφρον, καὶ λοιμικῆς πανώλους, ταῖς ἱκεσίαις σου.
Μάρτυς Ἀθληφόρε ταῖς πρὸς Θεόν, θεῖαίς σου ἐντεύξεις, διατήρει τοὺς εὐλαβῶς, τῇ σῇ θείᾳ σκέπῃ, προσφεύγοντας ἐκ πάντων, παθῶν τε καὶ κινδύνων, ψυχῆς καὶ σώματος.

Κοινωνικόν: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς ἐθνέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου