Τετάρτη, 29 Απριλίου 2015

Παρακλητικός Κανών στην Αγία Νεομάρτυρα Αργυρή την εκ Προύσσης



site analysis


Zoom in (real dimensions: 478 x 980)Εικόνα

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί 
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός 
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, .........

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῆς σωφροσύνης τήν στολήν ἐνδυθεῖσα, ἀκολασίας κατεπάτησας ὄφιν, καί πλάνην ἐμυκτήρισας τῆς Ἄγαρ κραταιῶς, ὅθεν ἐμαρτύρησας ἐν βασάνοις ποικίλοις, καί Χριστόν 
ἐδόξασας, Ὄν δυσώπει δοθῆναι, τοῖς σέ τιμῶσι θεία Ἀργυρή, τήν σωφροσύνην, καί βίου ἁγνότητα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως  νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. 

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου  ........................................................

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Τριάδα ἱκέτευε ἐκτενῶς, ὑπέρ τῶν σέ πόθω, ἀνυμνούντων, ὤ Ἀργυρή, αἰτοῦσα ἐν βίω σωφροσύνην, καί καρδιῶν σταθεράν καθαρότητα.
Ἠγάπησας σφόδρα τόν Ἰησοῦν, διδάσκαλον θεῖον, τῆς ἁγνότητος Ἀργυρή, Ὄν αἴτει πολλή τή παρρησία, τηρεῖν ἠμᾶς ἐν ἁγνότητι πάντοτε.
Νικήσασα ὄφιν τόν δολερόν, θελήσαντα, Μάρτυς, σέ χωρίσαι τοῦ Ἰησοῦ, αὐτοῦ ψυχωλέθρους ἐπηρρείας, τάς καθ’ ἠμῶν ταῖς εὐχαίς σου διάλυε.

Θεοτοκίον
Σύ μήτηρ ὑπάρχουσα ἀληθῶς, πιστῶν κατά χάριν, τόν γλυκύτατον Ἰησοῦν, μή παύση πρεσβεύουσα δοθῆναι, ἠμίν ἁγνότητα, παναγνέ Δέσποινα.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ὡς ὑπερκάλλος νύμφη, τοῦ Ἰησοῦ ἤρνησαι, βίαν ὠμοτάτην βαρβάρου, ὤ ἀργυρώνυμε· διό μοί χάρισαι, ἀρνεῖσθαι βίαν τυράννου, σώματος ὠθοῦντος μέ, εἰς Χριστοῦ ἄρνησιν.
Φαιδροτάτη καρδία, πρό δικαστῶν ἔστηκας, καί Χριστοῦ θεότητα, Μάρτυς, καθωμολόγησας, Ὄν καταξίωσον, ἠμᾶς λατρεύειν ὡς πρέπει, ὅπως τήν οὐράνιον, εὔρωμεν ἄνεσιν.
Ρήτωρ ὤφθης γενναίως, ἀγαρηνούς δείξασα, Ἀργυρή, κείμενους ἐν σκότει, θείοις σου ρήμασιν· ὅθεν τους σέβοντας, σού τήν ἀοίδιμον μνήμην, ἐν Χριστοῦ πορεύεσθαι, φωτί 
ἀξίωσον.

Θεοτοκίον
Οὐρανός ἀνεδείχθης, πνευματικός Δέσποινα, Ἥλιον Χριστόν ἐν γαστρί σου, ἀγνῶς βαστάσασα, Οὗ τοῖς αὐγάσμασι, ψυχᾶς πιστῶν δεῖξον ἄλλους, οὐρανούς φωτίζουσα, 
τούτους πρεσβείαις σου.
Διασωσον, ὤ Ἀργυρή, τούς τιμώντας σέ πόθω, ἀπό πάσης ἐπιβουλῆς δεινοῦ πολεμήτορος, καί χάρισαι ταῖς σαῖς εὐχαῖς, αἰτημάτων αὐτῶν τήν λύσιν.
Ἐπιβλεψον, ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος. χριστιανος.gr

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή
Ὡς νύμφη Χριστοῦ καί μάρτυς γενναιόψυχος, Αὐτόν Ἀργυρή, ἀεί καθικέτευε, ὅπως σκέπη ἅπαντας, τούς τιμώντας τήν θείαν μνήμην σου, καί τήν ἁγνότητα ψυχῶν, ταῖς 
πρεσβείαις σου χαρίζηται.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε
Συζυγίαν ἐτήρησας, ἄμωμον ἐκ φθόνου τοῦ πολεμήτορος, διό Μάρτυς τήρει πάντοτε, εὐλαβεῖς συζύγους ἐν ἁγνότητι.
Ὑποτάξασα ἅπαν σου, νόημα Κυρίω βασάνους ἤνεγκας, Ἀργυρή, Ὄν καθικέτευε, τήν ὑπομονήν ἠμίν χαρίζεσθαι. χριστιανος.gr
Νίκην ἤνεγκας παντιμε, κατά μισοάγνου σφοδρῶς σέ παίσαντος, διό δίδου τήν ἁγνότητα, πάσιν, Ἀργυρή, τοῖς δεομένοις σου.

Θεοτοκίον
Ἠλευθέρωσας Ἄχραντε, γένος τῶν ἀνθρώπων δεσμῶν τοῦ ὄφεως, οὗ ἰοῦ μέ ἀποκάθαρον, τοῦ καταμολύνοντος καρδίαν μου.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Νόσους ψυχικός, καί τοῦ σώματος θεράπευσον, ὤ Ἀργυρή τῶν ἀνυμνούντων σέ, Ἰατρόν καθικετεύουσα, Ἰησοῦν δί’ Ὄν καλῶς ἐνήθλησας. Ἄγαρ σκοτεινῆς, πλάνην ἤλεγξας 
πανεύφημε, τῷ φωτισμῶ Ἁγίου Πνεύματος, ὄν παρασχου, καί ψυχαῖς τῶν πίστει ἀνυμνούντων σέ. χριστιανος.gr
Ρύσαι τοῦ ἐχθροῦ, Ἀργυρή μάρτυς τρισόλβιε, τούς ἐν δικτύοις κινδυνεύουσι, τούτου πλακῆναι, τοῖς ψυχωλεθρίοις μηχανεύμασι.

Θεοτοκίον
Γνῶσιν ἀληθῆ, τοῦ Κυρίου δός Πανάμωμε, τοῖς ἀνυμνούσί σου τήν ἄφθορον, κυοφορίαν, καί μεγαλυνόντων θείαν δόξαν σου.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Ὑπέμεινας, Ἀργυρή ἐν ἔτεσι, τάς βασάνους τῶν ἀθέων βαρβάρων, ἐν τή εἱρκτή, καί ἀπείληφας στέφος, τοῦ μαρτυρίου γενναία ἐνστάσει σου· διό ἠμίν ὑπομονήν, ἐν τοῖς βίου 
δεινοῖς, Μάρτυς, δώρησαι.
Ρητόρων σέ, ὑπερτέραν ἔγνωμεν, σιωπή αὐτούς νικήσασαν, Μάρτυς, καί γάρ τά σά, πολυχρόνια πάθη τοῖς χριστωνύμοις ἀγλώττως κηρύττουσι, πῶς δεῖ βιοῦν ἐν πειρασμοῖς, 
Ἀργυρή νεομάρτυς χριστόαθλε.
Ἡ χάρις σέ, τοῦ Ἁγίου Πνεύματος, ὡς ὑπέσχετο Σωτήρ ἐδυνάμου, καί ἀσθενές, Ἀργυρή της σαρκός σου, ὥσπερ χαλκοῦν ἀνδριάντα ἀνέδειξεν, ἤν Χάριν πρέσβευε ἠμᾶς, 
δυναμοῦν ἐν τοῦ βίου ταῖς θλίψεσι.

Θεοτοκίον
Διδάσκαλον, παρθενίας ἔτεκες, ὤ Παρθένε Θεοτόκε Μαρία, Οὗ ἀκλινῶς, ἐπορεύθη ὀπίσω, ἡ Ἀργυρή τήν ἁγνείαν προκρίνασα, προσκαίρου βίου ἡδονῆς, ἤς πικρίας σούς 
δούλους ἐκλύτρωσαι.
Διασωσον, ὤ Ἀργυρή, τούς τιμώντας σέ πόθω, ἀπό πάσης ἐπιβουλῆς δεινοῦ πολεμήτορος, καί χάρισαι ταῖς σαῖς εὐχαῖς, αἰτημάτων αὐτῶν τήν λύσιν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Zoom in (real dimensions: 528 x 479)Εικόνα

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν
Συζυγίας φανεῖσα ὑπέρμαχος, τῆς ἁγνείας κανών ἀναδέδειξαι, σή ἀθλήσει, περιστερά Κυρίου Ἀργυρή, διό, φύλαττε καλῶς, ἀπό ἐχθροῦ ἐπιβουλῆς, συζυγίας τῶν δούλων σου, 
ὅπως σωφρόνως ζῶντες, τύχωσι τῶν βραβείων, ἄπερ ὑπέσχετο ἠμίν, ὁ ἁγνείας Διδάσκαλος.

Προκείμενον· Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ. χριστιανος.gr
Στίχος· Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον Κέφ. κέ΄ 1-13.
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην, ὠμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἴτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δέ
ἤσαν ἐξ αὐτῶν φρόνιμοι, καί αἵ πέντε μωραί, αἴτινες μωραί, λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον. Αἵ δέ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν
μετά τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δέ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καί ἐκάθευδον. Μέσης δέ νυκτός κραυγή γέγονεν. Ἰδού ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν
αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἵ παρθένοι ἐκεῖναι, καί ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. Αἵ δέ μωραί ταῖς φρονίμοις εἶπον, Δότε ἠμίν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἵ λαμπάδες ἠμῶν
σβέννυνται. Ἀπεκρίθησαν δέ αἵ φρόνιμοι, λέγουσαι, Μήποτε οὐκ ἀρκέσει ἠμίν καί ὑμίν, πορεύεσθε δέ μᾶλλον πρός τούς πωλοῦντας, καί ἀγοράσατε ἐαυταῖς. Ἀπερχομένων δέ
αὐτῶν ἀγορᾶσαι, ἦλθεν ὁ νυμφίος, καί αἵ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τούς γάμους, καί ἐκλείσθη ἡ θύρα. Ὕστερον δέ ἔρχονται καί αἵ λοιπαί παρθένοι, λέγουσαι, Κύριε, Κύριε,
ἀνοιξον ἠμίν. Ὁ δέ ἀποκριθεῖς εἶπεν, Ἀμήν λέγω ὑμίν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὔν, ὅτι οὐκ οἴδατε τήν ἡμέραν οὐδέ τήν ὥραν, ἐν ἡ ὁ Υἱός τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς Ἀργυρῆς ἁγίας, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Καί τό προσόμοιον.
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι

Καθαρόν κειμήλιον, τῆς σωφροσύνης δειχθεῖσα, Ἀργυρή πανένδοξε, ἐν βασάνοις εἴληφας τό βραβεϊόν σου· διό ἰκετεύομεν, κλῖνόν σου τά ὦτα, καί ἐπάκουσον τῶν δούλων 
σου, χάριν παρέχουσα, ψυχικῆς αὐτοῖς καθαρότητος, φυλάττουσα τόν τίμιον, γάμον προσβολῶν τοῦ ἀλάστορος, ὅπως ἐναθλοῦντες, μαρτύριον ἀγάπης τοῦ Χριστοῦ, ταῖς σαῖς 
εὐχαῖς ἐπιτύχωμεν, Παραδείσου ἅπαντες. χριστιανος.gr

Ὁ Ἱερεύς: 
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον 
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις 
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• 
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί 
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων 
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων 
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τῆς Ἁγίας Νεομάρτυρος Ἀργυρῆς, 
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Οὐδαμῶς σου δουλεία, ἡ τοῦ σώματος Μάρτυς Χριστοῦ ἠλάττωσε, ἀγάπην ἀλλά μᾶλλον, ὡς πῦρ ηὔξησε ταύτην, ἤν Παρασχου τοῖς ὅσοι σου, μνήμην τελοῦμεν πιστῶς, 
ὤ Ἀργυρή θεοφρον.
Σταθεράν ἐπεδείξω, τήν σήν γνώμην βασάνοις οὖσα τρισόλβιε, ὡς πύργος ἐπί πέτραν, τῷ ἔρωτι Δεσπότου, τάς σᾶς βάσεις κατέχουσα, ὄν ταῖς ψυχαῖς Ἀργυρή, ἠμίν ἔνθες 
εὐχαίς σου.
Ἡ ἀνδρεία ψυχή σου, ὡς ἀμνάς τοῦ Δεσπότου ὅλη ἐκκέκαυται, ἀγάπη ὑπέρ φύσιν, δί’ ἤς βασάνων θλίψεις, Ἀργυρή καθυπέμεινας· διό βοήθει ἠμίν, ἐν θλίψει κλονουμένοις.

Θεοτοκίον
Μεθ’ ἠμῶν μεῖνον, Μῆτερ, ἐν καιρῶ ὅταν βέλη ἐχθροῦ προσβάλλωσι, σᾶ τέκνα καί ὁ λύχνος, ὑπομονῆς οὐ φέγγη, ἀλλά σκότος ἐπέρχεται, ἀπελπισμοῦ φοβεροῦ, ὄν λύε τῷ 
φωτί σου. χριστιανος.gr

Ὠδή ἡ΄. Τόν Βασιλέα
Ἰδού ἐπέστη, ἡμέρα ὄτε ἡ χρεία, βοηθείας Ἀργυρή νεομάρτυς· σπεῦσον, δίδου χείρα, σοῖς δούλοις συμπαθείας. χριστιανος.gr
Νοῦν ἀτακτούντα, καί λογισμοῖς μισοάγνοις, πολεμούμενον χαλίνωσον Μάρτυς, μνήμην τοῦ Κυρίου, αὐτῶ χαριζομένη.
Δεσμούς ἀφύκτους, τῆς δολερᾶς ἁμαρτίας, συμπνιγούσης ψυχᾶς τῶν ἱκετῶν σου, Ἀργυρή εὐχαίς σου, διάλυε ταχέως.

Θεοτοκίον
Ὡς ὑπερβάσα, τή σωφροσύνη γυναίκας, γενεῶν ἁπασῶν, Ἁγνή Παρθένε, δίδου σωφροσύνην, τοῖς πόθω σέ ὑμνούσι.

Ὠδή β΄. Κυρίως Θεοτόκον
Ρεόντων παριδοῦσα, Ἀργυρή νῦν βλέπεις, ἅ ὀφθαλμοί τῶν ἀνθρώπων οὐ βλέπουσι, ὧν καταξίωσον πάντας, τούς ἀνυμνοῦντας σέ.
Ὁ ὄφις ἐπατήθη, Ἀργυρή σοῖς ἄθλοις, καί ἀπολαύεις προσώπου Νυμφίου σου, Ὄν καί ἠμᾶς εὔχου Μάρτυς, ἰδεῖν ὀψέποτε.
Ναούς τῆς σωφροσύνης, καί ἁγνείας δεῖξον, τούς νεανίας ἐν πόθω τιμώντας σέ, ὤ Ἀργυρή καί παγίδων, ἐχθροῦ ἐκλύτρωσαι.

Θεοτοκίον
Ἀμόλυντε Παρθένε, τούς ἐν σωφροσύνη, καί καθαρότητι ζώντας ἐνίσχυσον, σύν Ἀργυρή τῷ Δεσπότη, καθικετεύουσαι.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν 
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά Μεγαλυνάρια (ὧν τά δύο πρῶτα παλαιά)
Μάρτυς τοῦ Κυρίου πανευκλεής, Ἀργυρή τρισμάκαρ, διαφύλαττε τούς τό σόν, σκῆνος προσκυνοῦντας, ἐν πίστει τέ καί πόθω, ἐκ βλάβης τέ παντοίας, παθῶν καί θλίψεων.
Ἄστρον ἀνατέταλκε φαεινόν, ἐκ τῆς Βιθυνίας, ἡ πολυάθλος τοῦ Χριστοῦ, μάρτυς καί φωτίζει, πιστῶν ἅπαν τό πλῆθος, ἡ Ἀργυρή ἤν πόθω, ἀνευφημήσωμεν.
ἕτερα νεοσύνθετα
Χαίροις σωφροσύνης οἶκος λαμπρός, καί ἁγνείας σκῆνος, δί’ ἀγάπην τοῦ Ἰησοῦ, ἄπερ δίδου δῶρον, τοῖς σέ ἀνευφημούσιν, ὤ Ἀργυρή θεοφρον, γυναίων καύχημα.
Τούς ἐν γάμω ὄντας τήρει καλῶς, σωφρονούντας Μάρτυς, καί ἀγνεύοντας ἐν Χριστῷ, ὡς καί σύ τήν πίστιν, ἐτήρησας τοῦ γάμου, δί’ ὅ καί ἀνεδείχθης, θύμα ἁγνότητος.
Τούς προσερχομένους πανευλαβῶς, σῶ ναῶ ἐν Λέσβω, καταξίωσον Ἀργυρή, ἐν Χριστοῦ ἁγνεία, ζῆσαι ἐν βίω τούτω, καί θείας βασιλείας, μετόχους ποίησον.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον 
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον 
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Εἰς τήν ἀπόλυσιν. Στιχηρόν προσόμοιον.
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου σέ

Χαίροις, νεομάρτυς Ἀργυρή, χαίροις καί εὐήκοος γίνου τῶν αἰτουμένων σέ, σωφροσύνην χάρισαι, τοῖς ἐν τοῦ γάμου δεσμοῖς, ἐλευθέροις ἁγνότητα, ὑγείαν τοῖς ὅσοι, ἀσθενούσι 
σώματι, καί τή ψυχή σαῖς εὐχαῖς- πάντας δέ ἀναδεῖξον σκεύη, Ἰησοῦ χρυσά καί εὐώδη, ὥσπερ σύ ὑπήρξας, χριστοστέφανε.

Ὥσπερ ἐν ὀράσει ἱερεῖ, ὤφθης τούς στεφάνους κρατοῦσα, καί ἐξεζήτησας, οὕτως εἰκονίζειν σέ, ὤ Ἀργυρή τους πιστούς, κεφαλάς στέψον ἄνωθεν, τῶν νυμφευομένων, καί 
αὐτούς συντήρησον, τιμίω γάμω καλῶς, ἴνα πειρασμούς ἐκνικῶντες, πάσης σαρκικῆς ἁμαρτίας, ἐκ Θεοῦ στεφθῶσιν ὥσπερ μάρτυρες.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Στίχοι
Γενού προστάτις, Ἀργυρή, τῶν τιμώντων σου τήν χρισταγάπητον καί σωφρόαγνον μνήμην.
ΠΗΓΗ.xristianos.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου