Κυριακή, 19 Ιουνίου 2016

Χαιρετισμοί ΟΣΙΩΝ ΓΥΝΑΙΚΩΝ, μ. Γερασίμου



site analysis





  • Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

    Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
    Τῶν θεοφόρων Γυναικῶν τόν θεῖον σύλλογον, τῶν ἐν ἀσκήσει λαμψασῶν εἰς κτίσιν ἅπασαν, μακαρίσωμεν συμφώνως πιστῶν δῆμοι· δοξασθεῖσαι γάρ τῇ χάριτι τοῦ Πνεύματος, τοῖς αἰτοῦσι χορηγοῦσι τά σωτήρια· ταύταις εἴπωμεν, θεοδόξαστοι χαίρετε.

    νοιξόν μου  τό στόμα, Ἰησοῦ ὁ Θεός μου, καί λόγον μοι σοφίας παράσχου (ἐκ γ’),ὅπως ἀνυμνήσω εὐπρεπῶς τῶν Ὁσίων Γυναικῶν τόν κατάλογον, καί τράνωσον τήν γλῶσσαν μου, βοῆσαι πρός αὐτάς τοιαῦτα·
    Χαίρετε, σκεύη τοῦ Παρακλήτου·
    χαίρετε,  κρίνα τοῦ Παραδείσου.
    Χαῖρε     Ἀδολία, Χριστόν ἡ ποθήσασα·
    χαῖρε      ἡ Ἀνθοῦσα, ὁσίως ἀνθήσασα.
    Χαῖρε,    Ῥώμης θεῖον βλάστημα, Ἀναστασία κλεινή·
    χαῖρε      Ἀνδρονίκου σύμβιε, Ἀθανασία σεμνή.
    Χαῖρε     Ἀθανασία, τῆς Αἰγίνης τό γέρας·
    χαῖρε      ἄλλη Ἀνθοῦσα, ἀληθείας τό κέρας.
    Χαῖρε     ἡ Ἄννα ἡ χαριτώνυμος·
    χαῖρε      ἑτέρα Ἄννα θεόληπτος.
    Χαίρετε  ὄργανα ἀμέμπτου βίου·
    χαίρετε   μέτοχοι δόξης Κυρίου.
    Χαίρετε  Γυναῖκες Ὅσιαι.

    Βίον καθηγνισμένον καί πλήρη ἐνθέων ἔργων, διήλθετε ἐν κόσμῳ ἐμφρόνως καί ζωῆς ὁσίας τούς καρπούς, δαψιλῶς ἐγεωργήσατε Ὅσιαι, δι’ὧν ἀεί διατρέφονται οἱ εὐσεβεῖς, πιστῶς βοῶντες·
    Ἀλληλούϊα.

    Γνῶσιν θείαν πλουτοῦσαι, τάς ἐν κόσμῳ ἀξίας παρείδετε θεόφρονι γνώμῃ καί πτωχεύσασαι κατά Χριστόν, πλουτοποιῶν χαρισμάτων ἐτύχετε, Γυναῖκες οὐρανόφρονες, ἀκούουσαι παρ’ ἡμῶν ταῦτα·
    Χαίρετε, στῆλαι τῆς παρθενίας·
    χαίρετε,  λύχνοι τῆς μετανοίας.
    Χαῖρε     τῶν Ὁσίων Ἀβίτα συνόμιλε·
    χαῖρε      θεοδόξαστε Ἄννα θεόσοφε.
    Χαῖρε    Ἄννα ἄλλη ἔνδοξε, ἀρετῶν ὑπογραμμός·
    χαῖρε     Ἀναστασώ πάντιμε, τῶν θαυμάτων ποταμός.
    Χαῖρε    μῆτερ Ἀγάθη, ἀγαθότητος σκεῦος·
    χαῖρε     Θεσσαλονίκης Ἀνυσία τό ἔρνος.
    Χαῖρε    Ἀπολλιναρία πάνσεμνε·
    χαῖρε     Ἀγλαΐς παμμακάριστε.
    Χαίρετε πτῶσις ἐχθρῶν ἀοράτων·
    χαίρετε  ῥῶσις ἀσθενῶν ἁπάντων.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Δύναμιν οὐρανόθεν, ἐν ἀγῶσι λαβοῦσαι, ἰσχύσατε ἐν πᾶσι τοῖς πόνοις καί τόν ἐν κακίᾳ ἰσχυρόν κατεπαλαίσατε δράκοντα, πάνσεμνοι· διό ὑμῶν τήν ἄσκησιν θαυμάζοντες, Θεῷ βοῶμεν·
    Ἀλληλούϊα.

    λαμψαν πάσῃ κτίσει, θεοφόροι Γυναῖκες, ὡς ἄστρα τοῦ φωτός τοῦ ἀδύτου καί τάς ἐκκλησίας τοῦ Θεοῦ καταφωτίζουσι, φέγγει τῆς χάριτος· διό τοῖς τούτων λάμψεσι προσδράμωμεν ἀναβοῶντες·
    Χαίρετε Ἄγγελοι σαρκοφόροι·
    χαίρετε  ἄνθρωποι θεοφόροι.
    Χαῖρε    πατρικία Ἀναστασία ἔνδοξε·
    χαῖρε     ἡ Ἀσέλα, Ὁσία ὑπέρτιμε.
    Χαῖρε    μύρον τῆς ἀσκήσεως, ὦ Βρυαίνη, νοητόν·
    χαῖρε     ἄνθος εὐωδέστατον Βενερία νοητόν.
    Χαῖρε    Βασιανίλα, βάσις τῶν σέ τιμώντων·
    χαῖρε     ἡ Γελασία στήλη θείων ἐρώτων.
    Χαῖρε    Γοργονία παναοίδημε·
    χαῖρε     Δομνίκα Ἁγίων μέτοχε.
    Χαῖρε    Δομνίκα ἡ ἐκ Καρχηδονος·
    χαῖρε     Δομνίνα τῆς Κύρου γόνος.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Ζήσασαι ἐναρέτως, οἱ μέν ἐν ἡσυχίᾳ, αἱ δέ ἐν ταῖς Μοναῖς θεοφρόνως, ἄλλαι δέ ἐν σπηλαίοις στεῤῥῶς καί ἕτεραι ὁσίως ἐν ταῖς πόλεσι Γυναῖκες αἱ μακαρίαι, πᾶσαι τῷ Σωτῆρι βοῶσιν·
    Ἀλληλούϊα.

    στραψαν οἱ ἀγῶνες Γυναικῶν τῶν Ὁσίων, ἐν πάσῃ λαμπρῶς τῇ ὑφηλίῳ, καιροῖς ἰδίοις ἀσκητικῶς καί πρός τό φῶς τῶν ἀρετῶν διήγειραν τά τῶν πιστῶν συστήματα, βοῶντα πρός αὐτάς τοιαῦτα·
    Χαίρετε ἄστρα Φωτός ἀδύτου·
    χαίρετε  σύμμορφοι τοῦ Κυρίου.
    Χαῖρε    Δομνίνα, μοναζουσῶν ὡράϊσμα·
    χαῖρε     Εἰρήνη, Χρυσοβαλάντου καύχημα.
    Χαῖρε    Εὐφροσύνη πάνσεμνε, νύμφη πάγκαλε Χριστοῦ·
    χαῖρε     Εὐπραξία ἔνδοξε, εἰκών βίου θαυμαστοῦ.
    Χαῖρε    ἡ Ἐλισάβετ, τῶν δαιμόνων ὁ πέλυξ·
    χαῖρε     ἡ Εὐφροσύνη, τῆς Ῥωσίας ἀνθέριξ.
    Χαῖρε    Εὐβούλη ἡ θεοβούλητος·
    χαῖρε     Εὐστολία ἡ θεόληπτος.
    Χαῖρε    Εὐανθία ἡ πανολβία·
    χαῖρε     Εὐστολία ἄλλη Ὁσία.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Θαύμασι παραδόξοις τόν σεπτόν ὑμῶν βίον, ἐδόξασεν ὁ πάντων Δεσπότης· ἔνθεν θαυματουργεῖτε ἀεί, εἰς πάντα κόσμον, Γυναῖκες πανόσιαι καί σώζετε ἐκ θλίψεων τούς ἐν Τριάδι ἐκβοῶντας·
    Ἀλληλούϊα.

    χνεσι τοῦ Νυμφίου καί Σωτῆρος τῶν ὅλων ἑπόμεναι, θεῖαι Γυναῖκες, ἐκ πάσης πολιτείας καί γῆς, τῷ οὐρανίῳ νυμφῶνι συνέδραμον, ὑπέρ ἡμῶν πρεσβεύουσαι τῶν ἐκβοώντων ὁμοφώνως·
    Χαίρετε πύργοι τῆς εὐσεβείας·
    χαίρετε  πτῶσις τῆς ἀσεβείας.
    Χαῖρε    Εὐγενία, ὁσία ἀθλήτρια·
    χαῖρε     Ἐπιστήμη, Κυρίου μαθήτρια.
    Χαῖρε    Εὐδοκία, Σαμαρείας ὁ βλαστός·
    χαῖρε     Εὐτροπία πάνσεμνε, εὐσεβούντων ἀρωγός.
    Χαῖρε    ἡ ἐν Κυθήροις Ἐλέσα Ὁσιομάρτυς·
    χαῖρε     Θεοδοσία, Βυζαντίου προστάτης.
    Χαῖρε    χορεία ἡ θεοκρότητος· 
    χαῖρε     Ὁσίων ἅγιος ὅμιλος.
    Χαίρετε Πνεύματος θεῖα δοχεῖα·
    χαίρετε  κρείττονος τά ἐκμαγεῖα.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Κήρυκες εὐσεβείας ἀνεδείχθητε κόσμῳ, στερραί Ὁσιομάρτυρες πᾶσαι, καί πρός ἀγῶνας ἀθλητικούς, ἀπορρίψασαι σαρκός τήν ἀσθένειαν, ἀνδρείως ἐχωρήσατε, τῷ Ἀθλοθέτῃ ἐκβοῶσαι·
    Ἀλληλούϊα.

    Λάμψασαι ἐν τῷ κόσμῳ εὐσεβείας τοῖς πόνοις καί πλούτῳ ἀρετῶν οὐρανίων, Γυναῖκες αἱ Ὁσίαι, λαμπρῶς φωταγωγοῦσι πιστῶν τήν διάνοιαν· ὧν τόν βίον θαυμάζοντες, βοήσωμεν ἐν εὐφροσύνῃ·
    Χαίρετε Ὅσιαι νικηφόροι·
    χαίρετε   Μάρτυρες θεοφόροι.
    Χαῖρε     Θεοκτίστη, Λεσβίων ἀγλάϊσμα·
    χαῖρε      Θεοδώρα, τῆς Ἄρτης ὡράϊσμα.
    Χαῖρε     βασιλίδων κλέϊσμα Θεοφανώ εὐκλεής·
    χαῖρε      ἡ ἐξ Αἰγίνης λάμψασα Θεοδώρα θαυμαστή.
    Χαῖρε     Θεσσαλονίκης Θεοδώρα ἡ δόξα·
    χαῖρε      Ἀλεξανδρείας Θεοδώρα τό θρέμμα.
    Χαῖρε     Θεοδώρα θεοτίμητε·
    χαῖρε      Θεοδούλη θεοδόξαστε.
    Χαίρετε  εὔοσμοι ἠθῶν λειμῶνες·
    χαίρετε   ἄκλυστοι πιστῶν λιμένες.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Μίαν ὁσίαν γνώμην σώμασι διαφόροις, φέρουσαι Γυναῖκες θεοφόροι, εἰ καί διΐστανται τοῖς καιροῖς καί τοῖς ποικίλοις τοῦ βίου συστήμασι, μίαν χορείαν ἤθροισαν, μιᾷ φωνῇ Χριστῷ βοῶσαι·
    Ἀλληλούϊα.

    Νόμοις τῆς ἐγκρατείας, ὅλον ὑμῶν τόν βίον, ἰθύνασαι εὐθείᾳ καρδίᾳ, ἐνεκρώσατε τό τῆς σαρκός γεῶδες καί θνητόν φρόνημα Ἅγιαι· ζωῆς δέ τῆς ἀμείνονος ἐτύχετε, αἷς ἐκβοῶμεν·
    Χαίρετε τύποι τῆς ἐγκρατείας·
    χαίρετε  ἄνθη τῆς ἀπαθείας.
    Χαῖρε    Θωμαΐς, τῆς ἁγνείας τό ἄγαλμα·
    χαῖρε     Θεοδώρα, Καισαρείας καύχημα.
    Χαῖρε    Θεοκλητώ ἔνδοξε, ἰαμάτων χορηγός·
    χαῖρε     Θεοδότη πάνσεμνε, ὀρφανῶν ἡ βοηθός.
    Χαῖρε    Θεοδότη ἄλλη, ἡ θεόφρων Ὁσία·
    χαῖρε     Ξένης θεραπαινίδων ξυνωρίς μακαρία.
    Χαῖρε    Ὁσίων Ἰοῦστα σύσκηνε·
    χαῖρε     Ἁγίων Ἰσιδώρα σύγκληρε.
    Χαίρετε κόσμῳ ἀεί βοηθοῦσαι·
    χαίρετε  πᾶσι τά κρίττω διδοῦσαι.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Ξέναι ὤφθητε κόσμῳ, ξενοτρόποις ἀγῶσι, πανόσιαι ἅγιαι Γυναῖκες, καί τῷ ξενωθέντι δι’ἡμᾶς προσῳκειώθητε βίου λαμπρότητι, Οὗ τῆς δόξης μετέχουσι σύν Ἀγγέλοις, ἀεί βοᾶτε·
    Ἀλληλούϊα.

    μιλε θεοφόρε, συνδρομή μακαρία, θεόφρονες Ὅσιαι Γυναῖκες, αἱ ἀπ’αἰῶνος ἀσκητικῶς Χριστῷ τῷ Νυμφίῳ εὐαρεστήσασαι, ὑπέρ ἡμῶν πρεσβεύσατε, τῶν ἐκβοώντων ὑμῖν ταῦτα·
    Χαίρετε κῆποι θείων χαρίτων·
    χαίρετε  μέτοχοι τῶν ἀρρήτων.
    Χαῖρε   Ἰουλίττα Ὁσία πανένδοξε·
    χαῖρε    Ἱερεμία, Ἁγίων συμμέτοχε.
    Χαῖρε   Ἰουλιανή, Κανδίδα τε καί ἡ Κύρα αἱ σεμναί·
    χαῖρε    Λεωνίς πανεύφημε καί Λιβύη θαυμαστέ.
    Χαῖρε   μῆτερ Μαρία, ὁ βλαστός τῆς Αἰγύπτου·
    χαῖρε    σοφή Μακρίνα, ἀδελφή Βασιλείου.
    Χαῖρε   Ματρῶνα, Πέργης γεώργημα·
    χαῖρε    Ματρῶνα, Χίου καλλώπισμα.
    Χαῖρε  Ῥωμαία Μελάνη ἁγία·
    χαῖρε   ὁσία σεμνή Μελανθία.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Πᾶσα τάξις ἀνθρώπων καί χοροί μονοτρόπων, γεραίρουσιν ὑμῶν τούς ἀγῶνας, Ὅσιαι Γυναῖκες εὐλαβῶς· ἁπάντων γάρ πληροῦται τά αἰτήματα  καί ἴασιν καί λύτρωσιν παρέχετε τοῖς ἐκβοῶσιν·
    Ἀλληλούϊα.

    ήματα τοῦ Σωτῆρος γεωργήσασαι πίστει, ἠνέγκατε ζωήν αἰωνίαν καί δόξαν εὕρατε ἀληθῆ, τόν καρπόν τῆς θεώσεως δραψάμεναι, Γυναῖκες θεοφόρητοι, ὑμῖν ὁμοῦ βοῶμεν·
    Χαίρετε Ἅγιαι ἐν Ὁσίοις·
    χαίρετε  Ὅσιαι ἐν Ἁγίοις.
    Χαῖρε     Μαρία ἀνδρικῶς ἡ ἀσκήσασα·
    χαῖρε      Μαράνα ἐχθρόν ἡ νικήσασα.
    Χαῖρε     Μάγνα παμμακάριστε, ἀσκουμένων καλλονή·
    χαῖρε      Μελάνη πάντιμε, πρώτης ἡ θυγατριδή.
    Χαῖρε     τοῦ Ξενοφῶντος ἡ συμβία Μαρία·
    χαῖρε      τοῦ Ἀβραμίου ἀνεψιά ἡ Μαρία.
    Χαῖρε     Μαρκιανή, σεμνή Ἄνασσα·
    χαῖρε      Μαρκέλλα, τῆς Χίου βλάστημα.
    Χαῖρε     ἡ Μάρθα Συμεών τοῦ Στυλίτου·
    χαῖρε      Μάρθα ἡ τοῦ Θαυμαστορίτου.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Σύμπασα Παλαιστίνη, Αἴγυπτος καί Λιβύη, Ἐώα καί Ἑλλάς σύν τοῖς νήσοις καί πᾶς τόπος καί χώρα σεπτῶς τῇ ἀσκήσει ὑμῶν καθηγιάσθησαν· διό ὑμᾶς γεραίρομεν, Ὅσιαι Γυναῖκες, βοῶντες·
     Ἀλληλούϊα.

    Τῶν Ἀγγέλων τοῖς δήμοις καί Ἁγίων χορείαις, τελέσασαι ὁσίως τόν δρόμον συνήφθητε, Γυναῖκες σεμναί, γνωσταί καί ἅπασαι αἱ ἀνώνυμοι, πταισμάτων ἀπολύτρωσιν αἰτούμεναι τοῖς ἐκβοῶσι·
    Χαίρετε ἄσαρκοι ἐν ἀσκήσει·
    χαίρετε  ἄτρεπτοι ἐν ἀθλήσει.
    Χαῖρε    τῆς Ῥώμης μῆτερ Ξένη τό βλάστημα·
    χαῖρε     Ξανθίππη γυναικῶν τό ἀγλάϊσμα.
    Χαῖρε    Ξένη τῆς Ῥωσίας, ἡ Σαλή διά Χριστόν·
    χαῖρε     Δούκισσα Ἐλισάβετ, ἡ θανοῦσα δι’Αὐτόν.
    Χαῖρε    Ὀλυμπιάς Διάκονε, καλῶν ἔργων συνδρομή·
    χαῖρε     μῆτερ Οὐσία, ἡ ἁγία γυνή.
    Χαῖρε    ἐν παρθενίᾳ Πιαμούν ἡ Ὁσία·
    χαῖρε     Παρασκευή, πρός Θεόν παρρησία.
    Χαῖρε    κλεινή Πλατωνίς μακαρία·
    χαῖρε     ἀεί Πολυξένη Ὁσία.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    μνουν αἱ τῶν Ἀγγέλων στρατηγίαι ὁρῶσαι ὑμῶν τάς θαυμαστάς ἀριστείας, τόν Σωτῆρα πάντων καί Θεόν, τόν διδόντα ὑμῖν δύναμιν ἄνωθεν, δι’ ἧς ἐθριαμβεύσατε ἐν τοῖς ἀγῶσιν, ἐκβοῶσαι·
    Ἀλληλούϊα.

    Φάλαγξ ἡ τῶν δαιμόνων πέπτωκε καί ἡττήθη, ἐνστάσῃ καί στερρᾷ καρτερίᾳ πασῶν τῶν Ὁσίων Γυναικῶν, ἀγωνισαμένων ἐν θείῳ Πνεύματι· πιστοί δέ ἐπευφράνθησαν τῇ τούτων νίκῃ ἐκβοῶντες·
    Χαίρετε δόξα τῆς Ἐκκλησίας·
    χαίρετε  ἦττα τῆς δυσεβείας.
    Χαῖρε    Παρασκευή, Ἐπιβατῶν βλάστημα·
    χαῖρε     Πελαγία, ἀρετῶν ἐκτύπωμα.
    Χαῖρε    Ποταμία πάνσεμνε, ἡ ἀθλήσασα στερρῶς·
    χαῖρε     Πολυξένη ἀοίδημε, ἡ ἀσκήσασα σεπτῶς.
    Χαῖρε    Συγκλητική, φῶς ἀσκήσεως μέγα·
    χαῖρε     Σολωμονή, Μακκαβαίων μητέρα.
    χαῖρε     Σοφία, ἡ ἐξ Αἴνου λάμψασα·
    χαῖρε     Σωπάτρα, ἡ Χριστόν δοξάσασα.
    χαῖρε     Σάρρα, ἀσκουμένων τύπος·
    χαῖρε     Ὁσίων Γυναικῶν το πλῆθος.
    Χαίρετε Γυναῖκες Ὅσιε.

    Χάριτας ἰαμάτων ἀναβλύζουσι κόσμῳ καί θαύματα τελοῦσιν ἀπαύστως, πανόσιαι Γυναῖκες σεμναί, αἱ θῆκαι τῶν λειψάνων ὑμῶν Ἅγιαι καί νόσους θεραπεύουσι καί σώζουσι τούς ἐκβοῶντας·
    Ἀλληλούϊα.

    Ψάλλουσαι σύν Ἀγγέλοις τῇ Ἁγίᾳ Τριάδι, ἀλήκτως τόν Τρισάγιον ὕμνον, ἀνώνυμοι ὁμοῦ καί γνωσταί, αἱ ἀπ’ αἰῶνος Γυναῖκες θεόληπτοι, δέξασθε τούς ὕμνους ἡμῶν, τῶν ἀπαύστως ἀναβοώντων·
    Χαίρετε σύσκηνοι τῶν Ἁγίων·
    χαίρετε  πρότυπα καλῶν ἔργων.
    Χαῖρε    τῆς Κυζίκου τρυφή, μῆτερ Τρύφαινα·
    χαῖρε     σύν Ταώρ ἡ Ταλίδα ἡ ἔνθεος.
    Χαῖρε    τῶν θαυμάτων πέλαγος, μῆτερ Σεβαστιανή·
    χαῖρε     Ταϊσία πάνσεμνε, μετανοίας ἡ αὐγή.
    Χαῖρε    ὦ Φεβρωνία, καλλιπάτθενε Μάρτυς·
    χαῖρε     ἐκ τῆς Ῥωσίας Φεβρωνία ἡ ἄλλη.
    Χαῖρε    Φιλοθέη ἡ ἐν Ἀθήνησι·
    χαῖρε     Φωτεινή, φῶς ἐν τοῖς πέρασι.
    Χαίρετε πᾶσαι αἱ ὀνομασθεῖσαι·
    χαίρετε  ἅπασαι αἱ μή γνωσθεῖσαι.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

     πληθύς μακαρία, Γυναικῶν τῶν Ὁσίων, ἀνώνυμοι καί ὀνομασθεῖσαι (ἐκ γ’),δέξασθε ἡμῶν τήν προσφοράν  καί ἑνί ἑκάστῳ ἡμῖν βραβεύσατε χάριν καί ἔλεος· πάντες γάρ ὁμοῦ βοῶμεν·
    Ἀλληλούϊα.

    Καί αὖθις τό Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
    Τῶν θεοφόρων Γυναικῶν τόν θεῖον σύλλογον, τῶν ἐν ἀσκήσει λαμψασῶν εἰς κτίσιν ἅπασαν, μακαρίσωμεν συμφώνως πιστῶν δῆμοι· δοξασθεῖσαι γάρ τῇ χάριτι τοῦ Πνεύματος, τοῖς αἰτοῦσι χορηγοῦσι τά σωτήρια· ταύταις εἴπωμεν, θεοδόξαστοι χαίρετε.

    Δίστιχον.
    Χαῖρε Γυναικῶν θεοειδῶν ὁ δῆμος,
    Γεράσιμος ὑμῖν βοᾷ γηθοσύνως.
  • Δεν υπάρχουν σχόλια:

    Δημοσίευση σχολίου