site analysis
Ψαλλομένη τῇ 24ῃ μηνὸς Ἰανουαρίου
Ποίημα Στυλιανοῦ Μακρῆ, Δρος Θ.,
Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου
ΝΑΟΥΣΑ, 2008
Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου
ΝΑΟΥΣΑ, 2008
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ.
Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Νοῦν καὶ καρδίαν ὡς ἄνω ἔχουσα πάντιμε, τὰ ῥέοντα ἡγήσω, εἶναι σκύβαλα Ξένη, ὅθεν ἐν τῷ οἴκῳ τῆς σῆς ψυχῆς, τὸν ἀῤῥεύστως ἐξένισας, ἐκ τῆς Παρθένου τεχθέντα Λόγον Θεόν, τῆς Ῥωσσίας μέγα καύχημα.
Τῷ ἑκουσίως πτωχεύσαντι ἠκολούθησας, τῷ μὴ τόπον τοῦ κλῖναι, κεφαλὴν ἐσχηκότι, Ξένη καὶ ἀνηῦρες εἰς τοὺς ἀγρούς, θησαυρὸν ἀδαπάνητον, τῶν ἀρετῶν ἀγρυπνίαις καὶ προσευχαῖς, ἀνυστάκτοις καὶ δεήσεσι.
Ὡς βακτηρίαν ἐλπίδα ἔσχες πρὸς Κύριον, ὡς ἔνδυμα τὴν πίστιν, ὡς ὀσφὴν τὴν ἀγάπην, λάθρᾳ πορευθεῖσα Ξένη σεπτή, τὴν ὁδὸν ἁγιότητος, καὶ ταπεινώσει τὴν τρίβον τῶν μυστικῶν, χαρισμάτων θεοφρούρητε.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Ὡς μωρὰν ἐξελέξατο, τὴν τοῦ κόσμου ὁ Κύριος, καὶ Θεὸς σὲ Ξένη τῆς Πετρουπόλεως, τοῦ καταισχῦναι θεόσοφε, σοφοὺς τοὺς ἀσόφους τε, ἀνοήτους καὶ φωτί, ἀϊδίῳ λαμπρύνῃ σε, ἐπιγνώσεως, τῶν Αὑτοῦ ἀπορρήτων μυστηρίων, καὶ εἰς ἄνωθεν σοφίαν, μυσταγωγήσῃ σε πάντιμε.
Τῆς σαρκὸς τὸ χαμαίζηλον, κατεπάτησας φρόνημα, μακαρία Ξένη τῇ ταπεινώσει σου, καὶ ἑκουσίᾳ πτωχείᾳ σου, στοιχοῦσα δὲ Πνεύματι, τῷ Ἁγίῳ ἀρετῶν, τὴν ψυχήν σου ἐκόσμησας, διαδήματι, καὶ στολῇ σωφροσύνης ἵνα πόθῳ, ὡς ἑτοίμη εἰς Νυμφῶνα, Χριστοῦ εἰσέλθῃς οὐράνιον.
Προοράσεως χάρισμα, τοῦ προλέγειν τὰ μέλλοντα, σοὶ ἐδόθη Ξένη καὶ διοράσεως, παρὰ τοῦ χρόνου ἐπέκεινα, Θεοῦ Ὃν ἱκέτευε, μὴ μνησθῆναι τῶν ἡμῶν, παρελθόντων τε πράξεων, καὶ ὧν μέλλωμεν, φαύλων ἔργων ποιῆσαι ἀλλὰ σπεῖραι, ἐν ἡμῖν Αὑτοῦ τὸν φόβον, πρὸς καρποφόρον μετάνοιαν.
Δόξα. Ἦχος πλ. β΄.
Ξένον θαῦμα! Γυνὴ ἀνδρικῶς ἀθλεῖ, καὶ καταπατεῖ τὸν ἀπατήσαντα, πάλαι ποτε τὸ θῆλυ ἐν Ἐδέμ· κόσμου ξενωμένη, προσοικειοῦται Χριστῷ· ἀγροὺς δὲ μεταποιεῖ, εἰς κῆπον τῆς τρυφῆς· οὐκ ὄφει διαλέγεται, ἀλλὰ τῷ συντρίψαντι ἐκείνου τὴν κάραν, ἐν Σταυρῷ διαλλάσσεται· οὐ χεῖρας ἐκτείνει, παρανόμως εἰς ξῦλον, ἀλλ εἰς οὐρανούς· οὐκ ἀπατηθεῖσα ληστείᾳ τοῦ νοός, βρῶσιν ἀπολλυμένην, μᾶλλον δ’ ἁρπαγεῖσα, εἰς θεωρίαν φωτός, φέρει τοῖς χείλεσι, τὴν εἰς αἰῶνας μένουσαν. Ὅθεν ἐγκωμίοις καὶ ᾄσμασιν, εὐφημήσωμεν αὐτήν, αἰτησάμενοι τὴν αὐτῆς πρεσβείαν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Τίς μὴ μακαρίσῃ σέ, Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσῃ σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ Αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος· Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας
καὶ τὰ Ἀναγνώσματα
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(κεφ. 10, 7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς οἶδε σύνεσιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ ἱσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον μου χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(κεφ. 4, 7)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μετὰ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακίᾳ ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(κεφ. 3, 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτοῖς βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν.
Ἦχος α΄.
Ἰδοὺ νῦν λιτανεύοντες, τὸ ἱερόν σου εἰκόνισμα, ὥσπερ βραβεῖον, Ξένη ἁγία, τὸ ‘Χαίροις’ σοὶ προσάγωμεν· Χαίροις ὅτι Θεῷ ἐπλούτισας, ἑκουσίᾳ πτωχείᾳ, ἀποστρέψασα κενὸν τὸν μαμωνᾶ, τουτέστι διάβολον· Χαίροις ὅτι προσεποιήσω μωρίαν, διὰ Χριστὸν ᾯ πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὴχος ὁ αὐτός. Δόξα. Καὶ νῦν.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος πλ. β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε εὐφημήσωμεν λαμπρῶς, Ξένην τὴν ἁγίαν ὡς κόσμου, τὴν ξενωθεῖσαν πιστοί· αὕτη γὰρ σαλότητα, διὰ Χριστὸν ἱεράν, ἐν φρονήσει προέκρινεν, ἢ κόσμου σοφίαν, ὅλως πραγματεύσασθαι πρὸς τὴν ἀπόκτησιν, θείων ἀγαθῶν τῆς Σοφίας, τῆς ἀνυπερβάτου καὶ δώρων, τῆς τῶν οὐρανῶν μακαριότητος.
Ὅτε ἀπετμήθη φυσικῶς, ὁ δεσμὸς βουλήματι θείῳ, τῆς συμφυΐας ψυχῆς, Ξένη καὶ τοῦ σώματος, ἐν τῇ κοιμήσει σου, τότε τῇ μὲν ἠνοίχθησαν, οὐράνιαι πῦλαι, Παραδείσου ἔνδοξε τῷ δὲ ἠνοίχθη ἐν γῇ, τάφος εἰς ταφὴν τοῦ σεπτοῦ σου, καὶ παντίμου μῆτερ λειψάνου, ὥσπερ ἁγιότητος τεκμήριον.
Εἰ καὶ ὁ σαλότητος σταυρός, ὃν ἐπ’ ὤμων ἦρες μωρία, εἶναι ἀθέοις δοκεῖ, ἄφροσίν τε σκάνδαλον ἀλλ’ ἀθανάτου ζωῆς, γέγονέν σοι ὁ πρόξενος, σεμνὴ καὶ αἰτία, μῆτερ σωτηρίας σου, καὶ τῆς πρεσβείας μοχλός, ᾧ καὶ χρησαμένη ἀπαύστως, ὑπὲρ τῶν τιμώντων σε Ξένη, τὸν σὲ θαυμαστώσαντα ἱκέτευε.
Δόξα. Ἦχος πλ. δ΄.
Ὅτε ἡ σώφρων Ξένη, προσεποιεῖτο φανερῶς σαλότητα, τότε οἱ ἄφρονες ἐλοιδόρουν, τὴν κεκρυμμένην ὁσιότητα· ἡ μὲν ἐπανευπαύετο δάκρυσι μετανοίας, οἱ δὲ ἐκάθευδον ἐν τῷ ὕπνῳ ἀδολεσχίας· ὅτε εἰς ἀγροὺς αὕτη προσευχομένη, ἐβιάζετο τὴν βασιλείαν τοῦ Θεοῦ ἁρπᾶσαι, ἐκεῖνοι ‘ἀγρὸν ἠγόραζον’, παραβιάζοντες τὸν νόμον Αὑτοῦ· αὕτη ἐπυρπολεῖτο φωσφόρῳ πυρί, τῆς τοῦ Χριστοῦ ἀγάπης, ἐκεῖνοι ἐκυλινδοῦντο βορβόρῳ βαθεῖ, τῶν ἡδονῶν τῆς ἀπάτης. Διὸ καὶ μακαρίζοντες αὐτήν, δεῦτε πιστοὶ συντόνως ἐκβοήσωμεν· Ὦ Ξένη πασίφημε, ὑπομονῆς περιήχημα, καὶ ταπεινώσεως ἔξαρμα, πρέσβευε ὑπὲρ τῶν ὑμνούντων, καὶ ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Ἦχος ὁ αὐτός. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου, Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων· νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον
Ἦχος πλ. δ΄. Ἐν σοὶ μῆτερ…
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῇ θέρμῃ προσευχῆς, μετεσκεύαζες ψῦχος, Ῥωσίας πολικόν, εἰς ἀπόλαυσιν Ξένη, ὁσία ὅτε νήφουσα, θαλπωρῇ τοῦ ὀνόματος, τοῦ Δεσπότου σου, νοῦν ἐπυρπόλεις ὀλβία, ὡς αἰσθήσεων, ἀμνημονοῦσα σαρκός σου, καὶ πόνων τοῦ σώματος.
Δόξα. Ὅμοιον.
Ἐσταύρωται ἐμοί, ὥσπερ Παύλῳ ὁ κόσμος, ἐσταύρωμαι κἀγώ, κόσμῳ Ξένη ἐβόας, αὐτοῦ δεσμὰ τὰ δύσθλαστα, ἐῤῥηχυῖα σαφέστατα, ἵνα εὔψυχε, σὺν τῷ Χριστῷ ἀποθάνῃς, καὶ συζήσῃς δέ, Αὐτῷ Ῥωμαίοις ὡς θεῖος, εἰρήκει Ἀπόστολος.
Καὶ νῦν. Ὅμοιον.
Ἀστέγοις ἀρωγή, καὶ τροφὸς τοῖς πεινῶσιν, καὶ πένησι σαφῶς, ἀδαπάνητος πλοῦτος, ὑπάρχεις Παναμώμητε, οἷς ταχὺ συμπαράστηθι, ὡς ἂν Δέσποινα, αὐτῶν τὰς χρείας πληρώσῃς, πᾶσας Ἄχραντε, καὶ τῶν τε ἐκδεχομένων, ἐκ σοῦ τὴν ἀντίληψιν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σκορπίσασα πένησι, οὐσίαν Ξένη τὴν σήν, ὀπίσω θεόπλουτε, τοῦ ἑκουσίως ὑπέρ, ἀνθρώπων πτωχεύσαντος, ἔδραμες μακαρία, Ἰησοῦ ἵνα κτήσῃ, πλοῦτον τῶν οὐρανίων, χαρισμάτων ὁσία, τοῦ Πνεύματος τοῦ Ἁγίου, πτωχῶν ὑπέρμαχε.
Δόξα. Ὅμοιον.
Πατέρα οὐράνιον, Υἱόν τε Πνεῦμα Αὐτοῦ, εἰς οἶκον ἐξένισας, τὸν τῆς ψυχῆς σου σεμνή, ἀλλ’ οὐ καθ’ ὐπόστασιν, μᾶλλον δὲ κατὰ χάριν, ἐπουράνιον μῆτερ, ταύτην μονὴν δεικνῦσα, ἱερὰν τῆς Ἁγίας, Τριάδος θεόφρον Ξένη, καὶ ἐνδιαίτημα.
Καὶ νῦν. Ὅμοιον.
Εὐθέως προσάγαγε, τὰς ἱκεσίας ἡμῶν, δι’ ἄφατον ἔλεος, ποσὶν Ἁγνὴ τοῦ ἐκ σοῦ, τεχθέντος Δεσπότου σου· σοὶ γὰρ ἐδόθη χάρις, σωστικῶς τοῦ πρεσβεύειν, ὑπὲρ ἡμαρτηκότων, ἀλλ’ εἰς σὲ ἐλπιζόντων, θελόντων τε ἀποδρᾶναι, τῆς κατακρίσεως.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἑπομένη τῷ ἐν φάτνῃ ὡς βρέφος, Ξένη σπαργάνοις καὶ σινδόνι ἐν τάφῳ, ἐνειλημένῳ τρίβον ἐπορεύθης σεμνῶς, τῆς ἐν τῷ Ἁγίῳ Πνεύματι, μυστικῆς τε καινώσεως, καὶ ἀναγεννήσεως, ἀφόβως νεκρωθεῖσα, δι’ ἁμαρτίαν ὡς ὁ τῶν Ἐθνῶν, Παῦλος προτρέπει, πιστοῖς ἀξιάγαστε.
Δόξα. Ὅμοιον.
Τὸν νηπιάσαντα Χριστόν θεηγόρε, καθικετεύουσα νηπίοις ὑγείαν, παρασχεθῆναι ἔτυχας ἀλκαίᾳ τῇ σῇ, χάριτι θαυματουργίας σου, ὅτι ταῦτα ἀπέσπασας, ῥυσαμένη ἔνδοξε, χειρῶν τῶν τοῦ θανάτου, καὶ τοῖς γονεῦσι ἔδωκας αὑτῶν, πίστει δοξάσαι, τὸν σὲ θαυμαστώσαντα.
Καὶ νῦν. Ὅμοιον.
Τὸ τῆς συλλήψεως τοῦ Λόγου ἐν μήτρᾳ, παρθενικῇ σου Θεοτόκε ἀσπόρως, ξένόν ἐστι μυστήριον δι’ οὗ ἀληθῶς, ὄρους ὑπερβᾶσα φύσεως, τὴν ἐν κόσμῳ κατήργησας, γνῶσιν καὶ διήνοιξας, τῆς ἄνωθεν σοφίας, τὰς κεκλεισμένας πύλας τοῖς πιστῶς, ὁμολογοῦσι, Θεοῦ τὴν ἐνσάρκωσιν.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τῶν ὁσίων.
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τῆς σῆς ὁσίας…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ἐπερωτᾷ σε ὁ κόσμος, θεόπνευστε Ξένη· Τί ὅτι οὐκ ἐδίδου, νυσταγμὸν τοῖς βλεφάροις σου; ἆρα διὰ τὴν τοῦ ψύχους σφοδρότητα; τί ὅτι οὐκ ἔπαυες δακρύουσα; ἆρα διὰ τὴν τοῦ συμβίου ἀπώλειαν; τί ὅτι ἀπεδίδρασκες εἰς ἀγρούς; ἆρα διὰ τὸν τῶν ὕβρεων τάραχον; τί ὅτι ἐπλανῶ εἰς τὰς ὁδούς; ἆρα διὰ τὴν τῶν νοημάτων πλάνην; Σὺ δὲ πρὸς αὐτὸν ἀπαντᾷς οὕτω· Οὔκουν ταῦτα, δι’ ὧνπερ καὶ προείρηκας ἐγένοντο, ἀλλὰ πάντα διὰ Χριστὸν ἐποίησα, τὸν χαριζόμενον πᾶσι τὸ μέγα ἔλεος.
Εἶτα οἱ κανόνες τῆς Ἁγίας, οὗ ἡ ἀκροστοιχίς:
«Ἐν τῷ οἴκῳ δόξης σου κἀμὲ ξένισον, Ξένη». (Στυλιανοῦ).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἐν οἴκῳ τῆς δόξης σου, ὡς ξενοδόκος μὲ ξένισον, οἰκέτην τὸν ἄοικον, Χριστοῦ κἀμὲ μετ’ Αὐτοῦ, οἰκειώσασα, ὅτι τὴν θείαν Χάριν, Αὑτοῦ ἀπεξένωμαι, Ξένη θεότιμε.
Νεκρώσασα φρόνημα, Ξένη σαρκὸς τὸ χαμαίζηλον, εἰς ὕψος οὐράνιον, ἤρθης τὸν νοῦν μυστικῶς, τοῦ θεάσασθαι, ἀπόῤῥητα καὶ ξένα, καὶ θεῖα μυστήρια, τοῦ Παντοκράτορος.
Τοῖς πένησιν ἔδωκας, τὰ τῆς οὐσίας σου ἅπαντα, οὐχ ὅμως ἐσκέδασας ἐπὶ τὰ ῥέοντα νοῦν, μᾶλλον δ’ ἔῤῥηξας, κόσμου δεσμὰ μωρίᾳ, καὶ τοῦτον ἐπλούτισας, γνώσει τῇ κρείττονι.
Θεοτοκίον.
Ὠδύρου καὶ ἔκλαιες, τὸν σὸν Υἱὸν καὶ Δεσπότην σου, κρεμάμενον βλέπουσα, ἐπὶ τῷ Ξύλῳ Σταυροῦ, ὅτε δ’ ἔπειτα, πρωτίστη ἀναστάντα, Αὐτὸν εἶδες Ἄχραντε, σφόδρα ἐγήθησας.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Οὐ Ξένη τὰς ῥήσεις καὶ τὰς πράξεις, τὰς σὰς κατενόησαν σαφῶς, οἱ σὲ περιγελάσαντες, ὅτι καλῶς ἀπέκρυψας, μωρίας τῷ καλύμματι, πλοῦτον ταλάντων δοθέντων σοι.
Ἰδίαζες Πνεύματι τῷ Θείῳ, τοῦ κτῆσαι τὴν ἔλλαμψιν Αὑτοῦ, ἐξ Οὗ καὶ εἰς ἀπόλαυσιν, φωτὸς Χριστοῦ ἠξίωσαι, ἐν θεοπτίᾳ πάντιμε, ἀχθῆναι Ξένη καὶ θέωσιν.
Κατέσκαψας μῆτερ τὸν ψυχῆς σου, ἀγρὸν ὃν κατήρδευσας τοῖς σοῖς, δάκρυσι ὡς ἐνσπείρασα, αὐτῷ τὴν σὴν μετάνοιαν, ἑκατονταπλασίονας, καρποὺς τοῦ δρέψαι χαρίτων σου.
Θεοτοκίον.
Ὧν ὅμμα Παρθένε διανοίας, φαυλότητος Κόρη ῥεμβασμῷ, ἠμαύρωται διάνοιξον, Χριστοῦ φῶς ἀπαστράψασα, καὶ ἐκ βυθοῦ σκοτόεντος, ἁμαρτιῶν τούτους λύτρωσαι.
Κάθισμα
Ἦχος γ΄. Θείας πίστεως.
Ἀκενόδοξον τὴν σὴν καρδίαν, διετήρησας μῆτερ ὀλβία, καὶ Χριστῷ κεκαθαρμένη προσήνεγκας, ἀπὸ παντοίου ματαίου σκιρτήματος, ὑπερηφάνου τε Ξένη κινήσεως, ὅθεν δύνασαι Αὐτὸν ἱκετεύειν πάντοτε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὅμοιον.
Ἐν τῷ γήρει σου ὡς βακτηρίαν, ἔσχες ἔνδοξε τὸν ἐν Κυρίῳ, ὃν ἀνέμενες καιρὸν ἀναλύσεως, μετὰ χαρᾶς ὅτι κέρδος ἐφάνη σοι, τὸ σὲ θανεῖν ἢ τὸ ζῆν ἐν τῷ σώματι, Ξένη εὔξενε, διὸ καὶ Χριστὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπήμαντον τῆς παρθενίας, καὶ τὸ ἄσπορον τῆς σῆς λοχείας, ἀνερμήνευτον τῷ ὄντι μυστήριον, δι’ οὗ ἡ βρότειος φῦσις δεδόξασται, καὶ γενεαὶ γενεῶν ἠξιώθησαν, ἀνακράζειν σοι· Παρθένε Υἱῷ σου πρέσβευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κάθισμα
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς μακαρίας ξενιτείας τὴν φερώνυμον, καὶ τοῖς μωροῖς διὰ Χριστόν τε ὁμοιότροπον, ἀνυμνήσωμεν ἐπαίνοις ὀλβίαν Ξένην, ὅτι αὕτη ταπεινώσει ἠγωνίσατο, τοῦ κερδᾶναι τὸ βραβεῖον ἄνω κλήσεως, ᾗ καὶ κράξωμεν· Χαίροις Ξένη πανεύφημε.
Ὁ Οἶκος
Ἄνω Θεοῦ Σοφία, κατειργάσατο γνῶσιν, ἐν σοὶ τοῦ καταισχῦναι μωρίαν, σοφῶν αἰῶνος τούτου καὶ νῦν, Ἑαυτῆς δεικνῦσά σε χρηστὸν πάντιμε, ταμεῖον κατηξίωσεν, βοᾷν σοι πάντας·
Χαῖροις, δι’ ἧς ὁ Χριστὸς ὑμνεῖται·
Χαίροις, δι’ ἧς ὁ σατὰν λυπεῖται·
Χαίροις, Πετρουπόλεως μέγα θησαύρισμα·
Χαίροις, τῆς Ῥωσσίας ἁπάσης τὸ καύχημα·
Χαίροις, ὅτι κατῃσχύνθησαν οἱ γελάσαντες εἰς σέ·
Χαίροις, ὅτι ἐφαιδρύνθησαν οἱ ἐλπίζοντες εἰς σέ·
Χαίροις, ἡ εὐκληρία τοῦ θανόντος συμβίου·
Χαίροις, ἡ κληρονόμος ἀγαθῶν αἰωνίων·
Χαίροις, πολλῶν νοσούντων ἡ ἴασις·
Χαίροις, πολλῶν μεθύσων ἡ λύτρωσις·
Χαίροις, πτωχῶν ἡ βεβαία προστάτις·
Χαίροις, ἀστέγων ἡ συμπαραστάτις·
Χαίροις, Ξένη πανεύφημε.
Συναξάριον
Τῇ κδ΄ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἁγίας καὶ θεοφόρου
μητρὸς ἡμῶν Ξένης τῆς ἐν Πετρουπόλει διὰ Χριστὸν σαλῆς.
Ταῖς αὑτῆς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
‘‘Ἡ Ξένη φίλοι τέθνηκεν’’, ἐβόας ἀλλ’ ἐκεῖνοι, τί τὸ τοιοῦτον ἄκουσμα, οὐ κατενόουν μᾶλλον, περιγελῶντες ἠγνόουν, ὅτι οὐκέτι μῆτερ, σὺ ἔζης ἀλλ’ ἐν σοὶ Χριστός, ἡ Ζωὴ τῶν ἁπάντων ἔζη καθώς, Παῦλος ὁ Ἀπόστολος ὠμολόγει, παρ’ οὗ εὐστρόφως ἔμαθες, θάνατον μὴ πτοεῖσθαι.
Θεοτοκίον.
Ἐξ ἀκορέστου ἄνελξον, γαστρὸς μὲ δρακοντείου, ᾌδου δεινῶν μου πτώσεων, Κόρη μὲ ῥυσαμένη· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, Πάναγνε ἀνεθέμην, ὡς δύνασαι πρεσβείαις σου, χορηγεῖν τὰ ἐλέη τοῦ σοῦ Υἱοῦ, πᾶσι τοῖς ἐμπίπτουσιν ἐν ἀβύσσῳ, πταισμάτων καὶ ἀφέσεως, χρήζουσι Θεοτόκε.
Εἰς τοὺς Αἴνους
Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι.
Δεῦρο νῦν εὐφράνθητι, ἡ Ἐκκλησία Ῥωσσίας, ἔσχες γὰρ θησαύρισμα, ἔσχατον ἐν τάξεσιν τῶν ἁγίων σου, τὴν Χριστοῦ ὄπισθεν, συνεσπισομένην, μετ’ αὐτῶν τε καὶ συνάρασα, τῆς ἀπαρνήσεως, ἑαυτῆς σταυρὸν τὸν σωτήριον, καὶ λάμψασαν ὡς ἥλιος, ἐν τῷ οὐρανοῦ στερεώματι, Ξένην τὴν ἁγίαν, ἐξ ἧσπερ ἀπολαύσεις δαψιλῶς, τὴν εὐλογίαν τῆς χάριτος, ἐξαιρέτως σήμερον.
Χαίροις Πετρουπόλεως, τὸ ἐν Κυρίῳ ὑπάρχον, καύχημα καὶ δόξασμα· χαίροις ταπεινώσεως τὸ στεφάνωμα, μυστικὸν ἔρεισμα, ἐν Θεῷ σοφίας, τῆς μωρίας ἱερώτατον, ὄντως κειμήλιον, Ῥωσσιῶν πασῶν περιδόξαστον, ἐξάκουσμα καὶ πρότυπον, τῆς ὑπομονῆς ἐν ταῖς θλίψεσι, Ξένη θεοφόρε, τὸ σέβασμα ἁπάντων τῶν πιστῶν, καὶ τῶν τιμώντων ἐν ᾄσμασιν, τὴν σεπτήν σου κοίμησιν.
Ξένον καὶ παράδοξον, θαῦμα κατίδωμεν πάντες· Ξένη ἡ πανεύφημος, ῥάκη ἀπεκδέδυται παλαιότητος, τῆς ἡμῶν φύσεως, καὶ τῆς ἀφθαρσίας, πολυζήλωτον ἠμφίεσται, στολὴν ἣν ὕφηνε, Πνεῦμα δ’ αὐτὴν τὸ Πανάγιον, σοφίας καὶ συνέσεως, ἅμα τε καθαῖρον τὰ πταίσματα. Ὅθεν λαμπροφόρως, παρίσταται νῦν θρόνῳ τοῦ Χριστοῦ, ἐν παῤῥησίᾳ πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θαύμασιν ἀπέδειξας, τῆς πρὸς Θεὸν τὸ ἀλκαῖον, Ξένη ἱκεσίας σου, ὅτε θεραπεύσασα τὴν παράλυσιν, τῶν ποδῶν ἔδωκας, παραλελυμένῳ, τὴν ὑγείαν καὶ ἰάτρευσας, καρκίνον ἔνδοξε, ὤτων τε ἀλγίστην ἀσθένειαν, καὶ πάθος τὸ δυσχείρωτον, οἴνῳ μεθυόντων ἠφάνισας, καὶ ἀθώους μῆτερ, εἰς βῆμα τοὺς ἀχθέντας δικαστῶν, ἔσωσας τούτων τὴν ἄδικον, κρίσιν ἀποτρέψασα.
Δόξα. Ἦχος πλ. δ΄.
Λίθον τῆς μωρίας σου, Ξένη θεόφρον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομήσαντες, γνῶσιν τοῦ κόσμου σοφοί, οὗτος ἐγενήθη εἰς ἔλεγχον αὐτῶν. Σὺ δὲ μακαρία, ἔσκαψας εἰς βάθος ταπεινώσεως, ἐβάθυνας ἐν ὑπομονῇ, ἔθηκας θεμέλιον ἐλπίδα, ἐπὶ τὴν πέτραν τῆς πίστεως, καὶ ᾠκοδόμησας οἰκίαν, σεαυτῇ ἁγιότητος· ἀλλ’ ἡ πλημμύρα τῶν θλίψεων, καὶ ὁ ποταμὸς τῶν πρὸς σὲ ἐμπαιγμῶν, οὐκ ἴσχυσαν σαλεῦσαι αὐτήν, ἐν ᾗ καὶ ξένισον πάντας, τοὺς ἐπαινοῦντας, τὴν σὴν πολυδόξαστον ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου