Εμφάνιση αναρτήσεων με ετικέτα ΥΜΝΟΓΡΑΦΙΚΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΥΜΝΟΓΡΑΦΙΚΑ. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 27 Ιουλίου 2017

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΗΝ ΑΓΙΑ ΕΙΡΗΝΗ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ



site analysis



ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΗΝ ΑΓΙΑ ΕΙΡΗΝΗ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ

Εικόνα

(Η μνήμη της τιμάται τη 28η Ιουλίου)

Ἱερεὺς.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Λαὸς
Ἀμήν.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σέ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπιςα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι ἐγώ δοῦλός Σού εἰμι.
Λαὸς
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Λαὸς καὶ τὰ Προσόμοια. Ἦχος δ΄.
Ήχος δ’. Ο υψωθείς.
Την καλιπάρθενον αμνάδα του Κτίστου και Ορθοδόξων βοηθόν και προστάτην εν κατανύξει κράξωμεν πιστοί ταπεινώς, ένδοξε, ρύσαι ικέτας σου εκ παντοίων κινδύνων σπεύσον και παράσχου συ υγιείαν και ρώμην μη αποστρέψεις σους δούλους κενούς σε γαρ, Ειρήνη, μεσίτριαν έχομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Απολυτίκιον. Ήχος γ’. Θείας πίστεως.


Δόξαν ρέουσαν, υπεριδούσα, νύμφη άμωμος, ώφθης Κυρίου δι’ ασκήσεως Οσία εκλάμψασα ως ουν Ειρήνη τυχούσα του πόθου σου εν ομονοία ημάς διαφύλαττε, αξιάγαστε, Χριστώ τω Θεώ πρεσβεύουσα δωρήσασθαι ημίν το μέγα έλεος.



Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Λαὸς Ὁ Νʹ Ψαλμός.

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιόν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσιν. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξ ουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

Λαὸς Καὶ εὐθὺς ψάλλομεν τὸν Κανόνα. Ἦχος Δ΄.
Ωδὴ α΄. Ἦχος δ΄. Ὑγρὰν διοδεύσας
(Οσία του Θεού πρέσβευε υπέρ ημών)
Ειρήνη, προσπίπτω δεητικώς προς σε ο αχρείος και αιτούμαι σην αρωγήν, ην τάχος παράσχου σω ικέτη και εκ παγίδων του δράκοντος ρύσαι με.

Ιάσεις ποικίλας, θαυματουργέ απαύστως παρέχεις τοις προστρέχουσι ταπεινώς και την σην βοήθειαν παράσχου τοις προς σε πόθω προσφεύγουσι, πάντιμε.

Ψυχάς των αχρείων σου ικετών προστάτευσον, κόρη, από πάσης επιβουλής και δίδως μετάνοιαν Ειρήνη, Χρυσοβαλάντου το κλέος και καύχημα.

Θεοτόκιον.
Σεμνή Θεοτόκε μήτερ Θεού, προς σε καταφεύγω και αιτούμαι σην αρωγήν ην τάχος παράσχου σω ικέτη και σωτηρίας τυχείν καταξίωσον.

Ωδή γ’. Ουρανίας αψίδος.
Των τυφλών βακτηρία και ασθενών ίασις και των εν ανάγκαις, Ειρήνη, μέγας επίκουρος και οδηγός ασφαλής των ορθοδόξων εφάνης ορφανών δε στήριγμα, ω θεοπρόβλητε.

Την μονήν σου, Ειρήνη εκ πειρασμών φύλαττε και τας εν αυτή ασκουμένας σκέπε, φιλάγαθε. Τους εισιόντας προς σε τέλη ανώδυνα δίδου και ειρήνην δώρησαι ω αξιάγαστε.

Ικετεύω σε, νύμφη, τον ψυχικόν τάραχον και της αθυμίας την ζάλην συ αποδίωξον. Σε γαρ προστάτην ημών ομολογούμεν, Ειρήνη, και φρουρόν ακοίμητον, κόρη πανύμνητε.

Θεοτόκιον.
Ω Πανάχραντε κόρη, χριστιανών καύχημα και των ορθοδόξων το κλέος, συ με προστάτευσον εκ των βελών του εχθρού και εκ δολίων ανθρώπων και παθών, Πανάμωμε, ψυχής απάλλαξον.

Διάσωσον από κινδύνων τους δούλους σου, ω Ειρήνη, ότι πάντες ικετικώς προς σε καταφεύγομεν ως χάριν ευρούσα παρά Κυρίω.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.
Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν
Χριστῷ ἡμῶν ἀδελφότητος.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων
των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ
παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τους αἰῶνας των αἰώνων.
Λαὸς
Ἀμήν.Μετὰ τὴν ἐκφώνησιν τὸ παρὸν Κάθισμα.Ήχος β’. Πρεσβεία θερμή.
Συ πρέσβυς θερμός και τείχος απροσμάχητον εδείχθης, σεμνή, και κόσμου καταφύγιον εκτενώς βοώμεν σοι, καλλιπάρθενε κόρη, πρόφθασον και εκ κινδύνων λύτρωσαι ημάς, Ειρήνη, πιστών δόξα και καύχημα.

Ωδή δ’. Εσακήκοα Κύριε.
Χάρισόν μοι κατάνυξιν, στεναγμούς και δάκρυα, θαυματόβρυτε. Ικέτην δίδου, Ειρήνη υγιείαν και ρώμην, ισάγγελε.

Σοι προσπίπτω και δέομαι εκ παντός κινδύνου ρύσαι με, πάντιμε, και την πώρωσιν διάλυσον της ψυχής μου τάχος, μεγαλώνυμε.

Την μονήν σου, πανάριστε, της ορθοδοξίας τείχος ανάδειξον και τους εις αυτήν προστρέχοντας τέκνα τάχος, Ειρήνη, συ δώρησον.

Θεοτόκιον.
Υπερ πάντων ικέτευε τον Υιόν σου, κόρη αξιοτίμητε, και τας τύψεις μου κατεύνασον δια μετανοίας, Θεονύμφευτε.

Ωδή ε’. Φώτισον ημάς.
Δώρησον καμέ υγιείαν και ταπείνωσιν, πνεύμα συνέσεως και φόβον Θεού, ίνα υμνώ σε απαύστως, Ειρήνη πάντιμε.

Πίστην ακλινή και αγάπην τάχος χάρισον πάσι τοις προστρέχουσι, σεμνή, και εξαιτούσιν, Ειρήνη, σην βοήθειαν.

Νέκρωσον, σεμνή, της σαρκός μου τα σκιρτήματα και την καρδίαν μου πλήρωσον χαράς ίνα δοξάζω, Ειρήνη, Χριστόν τον Κύριον.

Θεοτόκιον.
Ρήματα Θεού διετήρεις εν τη καρδία σου, Παρθενομήτορ αξιάγαστε, τούτο αξίωσον καγώ ποιήσαι δέομαι.

Ωδή στ’. Την δέησιν.
Θαυμάτων συ κρουνός ανεδείχθης και ακοίμητος φρουρός των ανθρώπων των πειρασμών διαλύεις παγίδας και τοις πιστοίς συ παρέχεις την ίασιν σου δέομαι, ω αγαθή, εκ παθών και κινδύνων διάσωσον.

Ειρήνη, Χρυσοβαλάντου το κλέος σοι προσέρχομαι εν πόθω και πίστει και εκζητώ σην βοήθειαν, κόρη, ίνα ρυσθώ εκ των θλίψεων τάχυον, εκ νόσων τε και πειρασμών και ποικίλων παγίδων του όφεως.

Θανάτου του αιωνίου ρύσαι με τον ανάξιον ικέτην, Ειρήνη, και εκ φθοράς και ποικίλων παγίδων του αρχαικάκου εχθρού τάχος με λύτρωσον, ω κλέος των χριστιανών, εκ παθών και κινδύνων διάσωσον.

Θεοτόκιον.
Παρθένε προς σε προσφεύγω ο τάλας και προς σε χείρας αίρω απαύστως τον σον Υιόν καθικέτευε, κόρη, ίνα σωθώ ο αχρείος ικέτης σου εκ πάντων των διαπλοκών ας ο όφις εκφαίνει, Πανύμνητε.

Διάσωσον εκ πάσης νόσου τους δούλους σου, ω Ειρήνη, ότι πάντες προς σε καταφεύγομεν ως έχουσαν τω Θεώ παρρησία.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως επ’εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίας.

Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν
Χριστῷ ἡμῶν ἀδελφότητος.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων
των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ
παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τους αἰῶνας των αἰώνων.
Λαὸς
Ἀμήν. Τὸ παρὸν Κοντάκιον. Ἦχος β ΄. Προστασία τῶν Χριστιανῶν.
Συ προστάτης των χριστιανών ακαταίσχυντος και μεσίτης προς Θεόν, Ειρήνη, ταχύτατος, μη παρίδης αμαρτωλών ικέτιδας φωνάς, αλλά πρόφθασον, ω αγαθή, εις την βοήθειαν ημών των θερμώς δεομένων σοι. Λύσον συ τας στειρώσεις και τέκνα πιστοίς παράχου, Χρυσοβαλάντου θησαυρέ, και ημών δόξα και καύχημα.

Και ευθύς το Προκείμενον. Ήχος δ’.

Υπομένων υπέμεινα τον Κύριον, και προσέσχε μοι, και εισήκουσε της δεήσεώς μου. (3)
Στίχος. Και έστησεν επί πέτραν τους πόδας μου, και κατεύθυνε τα διαβήματά μου.

Ἱερεὺς.
Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου
Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Λαὸς.
Κύριε, ἐλέησον (γ').
Ἱερεὺς.
Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Λαὸς.
Καὶ τῶ Πνεύματί σου.
Ἱερεὺς.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν!
Λαὸς.
Δόξα σοί, Κύριε, δόξα σοί.

Ἱερεὺς. (Λουκά ζ’ 36-50)

Ηρώτα δε τις αυτόν των Φαρισαίων ίνα φάγη μετ΄ αυτού· και εισελθών εις την οικίαν του Φαρισαίου ανεκλίθη. και ιδού γυνή εν τη πόλει ήτις ην αμαρτωλός, και επιγνούσα ότι ανεκειται εν τη οικία του Φαρισαίου, κομίσασα αλάβαστρον μύρου και στάσα οπίσω παρά τους πόδας αυτού κλαίουσα, ήρξατο βρέχειν τους πόδας αυτού τοις δάκρυσι και ταις θριξί της κεφαλής αυτής εξέμασσε, και κατεφίλει τους πόδας αυτού και ήλειφε τω μύρω. ιδών δε ο Φαρισαίος ο καλέσας αυτόν είπεν εν εαυτώ λέγων· ούτος ει ην προφήτης, εγίνωσκεν αν τις και ποταπή η γυνή ήτις άπτεται αυτού, ότι αμαρτωλός εστί. και αποκριθείς ο Ιησούς είπε προς αυτόν· Σίμων, έχω σοι τι ειπείν, ο δε φησί· διδάσκαλε, ειπέ. δύο χρεωφειλέται ήσαν δανειστή τινί· εις ώφειλε δηνάρια πεντακόσια, ο δε έτερος πεντήκοντα. μη εχόντων δε αυτών αποδούναι, αμφοτέροις εχαρίσατο. τις ουν αυτών, ειπέ, πλείον αυτόν αγαπήσει; αποκριθείς δε ο Σίμων είπεν· υπολαμβάνω ότι ω το πλείον εχαρίσατο. ο δε είπεν αυτώ· ορθώς έκρινας, και στραφείς προς την γυναίκα τω Σίμωνι έφη· βλέπεις ταύτην την γυναίκα; εισήλθόν σου εις την οικίαν, ύδωρ επί τους πόδας μου ουκ έδωκας· αύτη δε τοις δάκρυσιν έβρεξέ μου τους πόδας και ταις θριξί της κέφαλής αυτής εξέμαξε. φίλημά μοι ουκ έδωκας· αύτη δε αφ΄ ης εισήλθεν ου διέλιπε καταφιλούσα μου τους πόδας. ελαίω την κεφαλήν μου ουκ ήλειψας· αύτη δε μύρω ήλειψέ μου τους πόδας. ου χάριν λέγω σοι, αφέωνται αι αμαρτίαι αυτής αι πολλαί, ότι ηγάπησε πολύ· ω δε ολίγον αφίεται, ολίγον αγαπά. είπε δε αυτή· αφέωνταί σου αι αμαρτίαι. και ήρξαντο οι συνανακείμενοι λέγειν εν εαυτοίς· τις ούτος εστίν ος και αμαρτίας αφίησιν; είπε δε προς την γυναίκα· η πίστις σου σέσωκέ σε· πορεύου εις ειρήνην.

Ο χορός. Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ἦχος Β΄.
Ταις της σης Οσίας πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταις της Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψων τα πλήθη των εμών εγκλημάτων.

Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. Β΄. Ὅλην άποθέμενοι.Ήχος πλ. β’.
Μη εγκαταλείπης με, Χρυσοβαλάντου το κλέος των πιστών το στήριγμα, αλλά δέξαι δέησιν του ικέτους σου θλίψις γαρ έχει με, φέρειν ου δύναμαι αρχαικάκου τα τοξεύματα’ σκέπην ου κέκτημαι, ουδέ που προσφύγω, Οσίαθλε, πάντοθεν πολεμούμενος και παραμυθίαν ουκ έχω πλην σου. Σπεύσον, ω Ειρήνη, ακοίμητε προστάτα και φρουρέ των δεομένων σοι, εύσημε, και ευχάς εκπλήρωσον.

Ο Ιερεύς’ Σώσον ο Θεός τον λαόν σου...
Ο Χορός’ Κύριε, ελέησον (ιβ’).
Ο Ιερεύς’ Ελέει και οικτιρμοίς...

Ο Χορός’ και αι λοιπαί ωδαί του Κανόνος

Ωδή ζ’. Οι εκ της Ιουδαίας.
Της ψυχής μου τα έλκη συ θεράπευσον, κόρη αξιοθαύμαστε, και τέλη της ζωής μου ανώδυνα παράσχου, ίνα πόθω κραυγάζω σοι Ο των Πατέρων ημών Θεός ευλογητός ει.

Ατεκνίαν γυναίων συ παρέχεις την λύσιν πανευωδέστατε, διο και αι ποθούσαι υιούς και θυγατέρας προς σε έρχονται άδουσαι, Χαίρε Ειρήνη σεμνή Χρυσοβαλάντου κλέος.

Εκ τροχαίου ικέτας συ προστάτευσον, κόρη πανωσιώτατε, και πάσι τοις αιτούσι μετάνοιαν παράσχου, ίνα πάντες κραυγάζωμεν, Ο των Πατέρων ημών Θεός ευλογητός ει.

Θεοτόκιον.
Μητροπάρθενε Κόρη προς σε σπεύδω δεόμενος, ο ανάξιος, παράσχου υγιείαν και ρώμην σω ικέτη, ίνα πόθω δοξάζωμεν σε, Θεοτόκε αγνή, την δόξαν των αγγέλων.

Ωδή η’. Τον Βασιλέα.
Τον Βασιλέα ον ηγάπησας σφόδρα, ω Ειρήνη θεόφρον, λιταίς σου ευμένισον τάχος, ίνα μη κολασθώμεν.

Συ ω Ειρήνη, ημών τας καρδίας ειρήνης και χαράς πληροίς, δεδοξασμένη διο σε απαύστως υμνούμεν, αθλοφόρε.

Τας ασθενείας μου της ψυχής ιατρεύεις και σαρκός τας οδύνας, Ειρήνη, διο σε δοξάζω, Χρυσοβαλάντου κλέος.

Θεοτόκιον.
Την Θεοτόκον και Λυτρωτού την μητέρα των αγγέλων αι τάξεις υμνείτε και υπερυψούτε εις πάντας τους αιώνας.

Ωδή θ’. Κυρίως Θεοτόκον.
Ειρήνη αθληφόρε, σε παρακαλούμεν και δεόμεθα, κόρη πανύμνητε, τους ορθοδόξους απαύστως σκέπε και φύλαττε.

Μονής Χρυσοβαλάντου κλέος ανεδείχθης και των πιστών καταφύγιον άριστον, Ειρήνη κόρη σεμνή, μοναζουσών η δόξα.

Κατάνυξιν παράσχου εμοί τω αθλίω, υπομονήν και πτωχείαν του πνεύματος αξίωσον λιταίς σου Χριστού ιδείν την δόξαν.

Θεοτόκοιον.
Πανάμωμε Παρθένε, σκέπασον ικέτην και εκ χειρών αρχαικάκου διάσωσον τοις δε ποθούσι, Αγνή, μετάνοιαν παράσχου.

Και ευθύς,
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν .Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Λαὸς Τα Μεγαλυνάρια.

Δεύτε εφημήσωμεν οι πιστοί Οσίαν Ειρήνην των ατέκνων καταφυγή, των δε ορθοδόξων προστάτιδα και κλέος και πάντων των εν θλίψει το παραμύθιον.

Εκτενώς ικέτευε τον Θεόν υπέρ της Ελλάδος ειρηναίαν αυτήν τηρείν και λυτρούσθαι πάντων δεινών τε και κινδύνων, μοναζουσών το κλέος, Ειρήνη Πάνσοφε.

Έλαμψας τω πάλαι εν τη Μονή του Χρυσοβαλάντου, ω Ειρήνη θαυματουργέ, και των μοναζόντων κατέστης, αθληφόρε, το πρότυπον και κλέος και πάντων σέμνωμα.

Ίδωμεν τους άθλους σου, αγαθή, ους εν τη μονή σου συ κατήγαγες ταπεινώς και τας αρετάς σου δι’ων κατεκοσμήθης, Ειρήνη χριστοδρόμε, πιστών το κλέϊσμα.

Ατεκνίαν λύεις των γυναικών, Ειρήνη θεόφρον, ορθοδόξων καταφυγή, συ και τας ιάσεις παρέχεις αδαπάνως τοις πίστει προσιούσιν εις την εικόνα σου.

Το Μεγαλυνάριον του Αγίου του Ναού και
Πᾶσαι τῶν, Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἱερεὺς.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός Ἀμήν. Ἀπολυτίκιον. Ήχος γ’. Θείας πίστεως.

Δόξαν ρέουσαν, υπεριδούσα, νύμφη άμωμος, ώφθης Κυρίου δι’ ασκήσεως Οσία εκλάμψασα ως ουν Ειρήνη τυχούσα του πόθου σου εν ομονοία ημάς διαφύλαττε, αξιάγαστε, Χριστώ τω Θεώ πρεσβεύουσα δωρήσασθαι ημίν το μέγα έλεος.

Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός.
Ἀμήν.
Ἱερεὺς.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Λαός.
Ἀμήν. Των πιστών ασπαζομένων την εικόνα της Οσίας ψάλλομεν τα εξής:

Ήχος β’. Ότε εκ του ξύλου.
Χαίρε, ω Ειρήνη θαυμαστή. Χαίρε ορθοδόξων προστάτα και των πιστών ο φρουρός άλλην γαρ ουκ έχομεν αμαρτωλοί προς Θεόν εν κινδύνοις και θλίψεσιν αεί μεσιτείαν οι κατατρυχόμενοι υπό ποικίλων παθών σπεύσον και ατέκνοις παράσχου τέκνα, θεοδόξαστε κόρη, ως και υγιείαν, καλλιπάρθενε.

Ήχος πλ. δ’.
Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Ήχος β’.
Την πάσαν ελπίδα μου εις σε ανατίθιμι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Ήχος α’.
Τη πρεσβεία, Κύριε, πάντων των Αγίων και της Θεοτόκου, την σην ειρήνην δος ημίν και ελέησον ημάς ως μόνος οικτίρμων.
Ἱερεὺς.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Λαός.

Ἀμήν.

Τετάρτη 19 Ιουλίου 2017

ΑΠΟ ΤΗΝ ΥΜΝΟΛΟΓΙΑ ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΜΑΚΡΙΝΗΣ



site analysis


Ιδιαιτέρως στέκεται κανείς με προσοχή σ’ έναν ύμνο από την τρίτη ωδή του κανόνα της οσίας Μακρίνας, ο οποίος σε λίγες γραμμές μάς δείχνει το πώς έφτασε η οσία σε μεγάλο πνευματικό ύψος, αλλά αποκαλύπτει ταυτόχρονα, με συνεσκιασμένο βεβαίως τρόπο, τη σοφία και το παιδαγωγικό ήθος της μητέρας της, Εμμέλειας. ῾Αγιωσύνης, απαλών εξ ονύχων, επόθησας, οφθαλμοίς τε μητρικοίς τετηρημένη, διέμεινας, Μακρίνα, πανάφθορος και παναμώμητος». Δηλαδή: Πόθησες από μικρό παιδάκι την αγιωσύνη, και αφού σε πρόσεξαν οι μητρικοί οφθαλμοί, διατηρήθηκες πανάφθορη και πάναγνη, Μακρίνα. Όχι απλώς η οσία υπήρξε άφθορη και αγνή, αλλά παν-άφθορη και παν-αμώμητη. Δηλαδή ο υμνογράφος φθάνει σε σημείο υπερβολής, αφού μόνον για την Παναγία, τη μητέρα του Κυρίου μας, λέγονται τέτοιες εκφράσεις. Ο υμνογράφος προφανώς λαμβάνει υπόψη του όχι μόνο την αγιασμένη ζωή της, αλλά και το γεγονός ότι υπήρξε κόρη μίας αγίας γυναίκας, της αγίας Εμμέλειας, εγγονή μίας εξίσου αγίας, της αγίας Μακρίνας, της γιαγιάς, μαθήτριας του αγίου Γρηγορίου του Νεοκαισαρείας του θαυματουργού, και αδελφή μεγάλων αγίων και Πατέρων της Εκκλησίας, όπως του Μ. Βασιλείου και του αγ. Γρηγορίου Νύσσης. Ποιος δεν θα σκεφτόταν ότι ευρισκομένη η αγία σε ένα τέτοιο περιβάλλον, με τέτοια μεγάλα αναστήματα – για τα οποία μάλιστα, όσον αφορά στα αδέλφια της, συνέβαλε και η ίδια αποφασιστικά στην ανατροφή τους – δεν θα βοηθείτο και η ίδια στον περαιτέρω αγιασμό της;
     Ο ύμνος όμως μας καθοδηγεί στην κατανόηση της πνευματικής της ανέλιξης: (1) Η οσία έφτασε σε τέτοιο ύψος αγιότητας και αγνότητας, λόγω καταρχάς του πόθου της για την αγιωσύνη, και μάλιστα «εξ απαλών ονύχων». Από μικρό παιδί ο νους και η καρδιά της ήταν στραμμένα προς τον Θεό. Η μητέρα της φρόντισε ιδιαιτέρως γι’ αυτό, ήδη από την εγκυμοσύνη της. Σαν να έριξε την πρωτοκόρη της, ευρισκομένη ακόμη σε εμβρυϊκή κατάσταση, στα χέρια του Χριστού. Κι είναι τούτο μία εικόνα που μας δείχνει ο υμνογράφος: «επ’ αυτώ (τω Χριστώ)γαρ από γαστρός, επερρίφης άμωμε». Με την αγία Μακρίνα φαίνεται πολύ καθαρά το πόση σημασία έχει η εκ νεότητος στροφή προς τον Θεό και πόσο ρόλο παίζει η μητέρα στη δημιουργία ενός «περιβάλλοντος», πριν ακόμη έλθει στον κόσμο το παιδί της. Ό,τι έλεγε και ο όσιος γέροντας Πορφύριος, ο οποίος τόνιζε ιδιαιτέρως το ρόλο ακριβώς της μητέρας, που την καλούσε να προσεύχεται, να είναι ήρεμη, να μελετά τον λόγο του Θεού, ήδη από την εγκυμοσύνη της, προς χάρη ακριβώς του εμβρύου παιδιού της. «Το νιώθουν τα παιδάκια», έλεγε. «Τα ασφαλίζετε έτσι με τη χάρη του Θεού».
     (2) Εκείνο όμως που είναι εξίσου ή και περισσότερο από το παραπάνω σημαντικό, είναι η φράση του υμνογράφου «οφθαλμοίς τε μητρικοίς τετηρημένη». Η οσία Μακρίνα βεβαίως πόθησε, και για τους λόγους που είπαμε, την αγιωσύνη, τον ίδιο δηλαδή τον Χριστό ως νυμφίο της ψυχής της, αλλά και η μητέρα της Εμμέλεια, δεν έπαυσε να τη φροντίζει και να την παρακολουθεί διακριτικά και με αγάπη. Η επισήμανση του υμνογράφου είναι σαφής: η μητέρα δεν αφέθηκε στη χάρη μόνο του Θεού ή και στην καλή «πάστα» του παιδιού της. Προφανώς γνωρίζοντας την ανθρώπινη φύση και ξέροντας τους κινδύνους που υπάρχουν στην ανάπτυξη ενός παιδιού, λόγω και της πονηρίας του «αρχεκάκου διαβόλου» - άλλωστε «επί τα πονηρά έγκειται η διάνοια του ανθρώπου επιμελώς» κατά τη Γραφή – είχε την έγνοια της κόρης της. Την παρακολουθούσε, όχι όμως με τρόπο αδιάκριτο και παρεμβατικό, ώστε να δημιουργήσει αντίδραση και γογγυσμό στο παιδί της, αλλα με διάκριση και με αγάπη. Πώς το λέει ο υμνογράφος; «μητρικοίς οφθαλμοίς», δηλαδή με μάτια γεμάτα από αγάπη, όπως είναι τα μάτια μίας στοργικής μητέρας. Υποκλινόμαστε στο σημείο αυτό όχι στην οσία Μακρίνα, αλλά στη αγία Εμμέλεια, και καταλαβαίνουμε έτσι πολύ καλά, το πώς μία οικογένεια έφτασε στο σημείο να αναδείξει όχι ένα ή δύο, αλλά πολλούς αγίους. Διότι ακριβώς είχε και μία τέτοια μάνα!

Τρίτη 13 Ιουνίου 2017

ΑΠΟ ΤΗΝ ΥΜΝΟΛΟΓΙΑ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΚΥΛΙΝΗΣ



site analysis



Η αγία Ακυλίνα έζησε κατά τους χρόνους του βασιλιά Διοκλητιανού και καταγόταν από τη Βύβλο, πόλη της Παλαιστίνης. Ήταν κόρη ένδοξου άνδρα που ονομαζόταν Ευτόλμιος, ενώ βαπτίστηκε χριστιανή από τον επίσκοπο Ευθάλιο. Από δεκαπέντε ετών καθοδηγούσε τις φίλες και συνομήλικές της κοπέλες προς την πίστη του Χριστού και τις δίδασκε να απέχουν από τα είδωλα. Γι᾽ αυτό  και κατηγορήθηκε στον ανθύπατο Ουλοσιανό από κάποιο Νικόδημο. Οδηγήθηκε σε εξέταση και εκεί ομολόγησε το όνομα του Χριστού. Τότε δόθηκε εντολή να την κτυπήσουν, ενώ τρύπησαν τις ακοές της με σιδερένιες πυρωμένες σούβλες τόσο πολύ, ώστε και να τρέχουν αίματα από τα ρουθούνια της και να πυρωθεί εσωτερικά όλο το κεφάλι της. Έπειτα αποφάσισαν να την κτυπήσουν με ξίφος, οπότε της έκοψαν το κεφάλι και έτσι εκδήμησε προς τον Κύριο. Τελείται δε η σύναξή της στο αγιότατο Μαρτυρείο της, που βρίσκεται στην περιοχή του Φιλοξένου”.
Ο άγιος υμνογράφος Ιωσήφ  δεν παύει να τονίζει παράλληλα με την προαγωγή της αγίας ως νύμφης Χριστού και τη νίκη που κατήγαγε απέναντι στον διάβολο και τα όργανά του. Μπορεί η ίδια να ήταν ένα κορίτσι με ασθενικό σώμα, αλλά το γενναίο φρόνημά της λόγω της θερμής αγάπης της προς τον Χριστό και της ενίσχυσης της χάρης Εκείνου, την έκανε να είναι σαν μέγας και κυρίαρχος στρατηλάτης. Έχουμε συνηθίσει να θεωρούμε στρατηλάτες πνευματικούς τους νέους άνδρες, σαν τον άγιο Δημήτριο, τον άγιο Γεώργιο, τους αγίους Θεοδώρους. Τους εξεικονίζουμε μάλιστα πάνω σε άλογα να τρυπάνε τον νικημένο δράκοντα, τον διάβολο. Μα εξίσου η υμνολογία της Εκκλησίας μας προβάλλει και τις νέες κοπέλες μάρτυρες, σαν την αγία Ακυλίνα. Θα μπορούσαμε και αυτήν να την εξεικονίσουμε πάνω σε άλογο, τη γενναία ψυχή της δηλαδή και τη χάρη του Θεού, να καταβάλει  τον υπερήφανο δράκοντα. ῾Τον υπερήφανο δράκοντα εσύ, παρόλη την ασθενική σου σάρκα, τον κατέβαλες, καθώς αρίστευσες λαμπρότατα και αφάνισες το θράσος των τυράννων᾽(῾Υπερήφανον δράκοντα συ δι᾽ ασθενείας σαρκός κατέβαλες, αριστεύσασα λαμπρότατα και τυράννων θράσος αφανίσασα᾽) (ωδή δ´). Είναι αλήθεια: η πίστη και η βαθειά αγάπη προς τον Χριστό μεταποιεί και τον πιο αδύναμο άνθρωπο κυριολεκτικά σε λιοντάρι. Αρκεί να κρατάει το σώμα του καθαρό από σαρκικές αμαρτίες και την καρδιά του ενωμένη με τον Χριστό. Σαν την αγία Ακυλίνα: ῾Έχοντας το σώμα σου καθαρό από αμαρτίες και την καρδιά σου ενωμένη με τον Κύριο, παραστάθηκες ενώπιον δικαστικών βημάτων, ελέγχοντας, θεόφρον αγνή, τον ανόητο τύραννο᾽(῾Άσπιλον φέρουσα το σώμα, την καρδίαν τε Κυρίω ηνωμένην, προ βημάτων, αγνή, δικαστικών παρέστης, ασυνετούντα τύραννον διελέγχουσα, θεόφρον᾽) (ωδή ζ´).

Κυριακή 19 Ιουνίου 2016

Χαιρετισμοί ΟΣΙΩΝ ΓΥΝΑΙΚΩΝ, μ. Γερασίμου



site analysis





  • Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

    Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
    Τῶν θεοφόρων Γυναικῶν τόν θεῖον σύλλογον, τῶν ἐν ἀσκήσει λαμψασῶν εἰς κτίσιν ἅπασαν, μακαρίσωμεν συμφώνως πιστῶν δῆμοι· δοξασθεῖσαι γάρ τῇ χάριτι τοῦ Πνεύματος, τοῖς αἰτοῦσι χορηγοῦσι τά σωτήρια· ταύταις εἴπωμεν, θεοδόξαστοι χαίρετε.

    νοιξόν μου  τό στόμα, Ἰησοῦ ὁ Θεός μου, καί λόγον μοι σοφίας παράσχου (ἐκ γ’),ὅπως ἀνυμνήσω εὐπρεπῶς τῶν Ὁσίων Γυναικῶν τόν κατάλογον, καί τράνωσον τήν γλῶσσαν μου, βοῆσαι πρός αὐτάς τοιαῦτα·
    Χαίρετε, σκεύη τοῦ Παρακλήτου·
    χαίρετε,  κρίνα τοῦ Παραδείσου.
    Χαῖρε     Ἀδολία, Χριστόν ἡ ποθήσασα·
    χαῖρε      ἡ Ἀνθοῦσα, ὁσίως ἀνθήσασα.
    Χαῖρε,    Ῥώμης θεῖον βλάστημα, Ἀναστασία κλεινή·
    χαῖρε      Ἀνδρονίκου σύμβιε, Ἀθανασία σεμνή.
    Χαῖρε     Ἀθανασία, τῆς Αἰγίνης τό γέρας·
    χαῖρε      ἄλλη Ἀνθοῦσα, ἀληθείας τό κέρας.
    Χαῖρε     ἡ Ἄννα ἡ χαριτώνυμος·
    χαῖρε      ἑτέρα Ἄννα θεόληπτος.
    Χαίρετε  ὄργανα ἀμέμπτου βίου·
    χαίρετε   μέτοχοι δόξης Κυρίου.
    Χαίρετε  Γυναῖκες Ὅσιαι.

    Βίον καθηγνισμένον καί πλήρη ἐνθέων ἔργων, διήλθετε ἐν κόσμῳ ἐμφρόνως καί ζωῆς ὁσίας τούς καρπούς, δαψιλῶς ἐγεωργήσατε Ὅσιαι, δι’ὧν ἀεί διατρέφονται οἱ εὐσεβεῖς, πιστῶς βοῶντες·
    Ἀλληλούϊα.

    Γνῶσιν θείαν πλουτοῦσαι, τάς ἐν κόσμῳ ἀξίας παρείδετε θεόφρονι γνώμῃ καί πτωχεύσασαι κατά Χριστόν, πλουτοποιῶν χαρισμάτων ἐτύχετε, Γυναῖκες οὐρανόφρονες, ἀκούουσαι παρ’ ἡμῶν ταῦτα·
    Χαίρετε, στῆλαι τῆς παρθενίας·
    χαίρετε,  λύχνοι τῆς μετανοίας.
    Χαῖρε     τῶν Ὁσίων Ἀβίτα συνόμιλε·
    χαῖρε      θεοδόξαστε Ἄννα θεόσοφε.
    Χαῖρε    Ἄννα ἄλλη ἔνδοξε, ἀρετῶν ὑπογραμμός·
    χαῖρε     Ἀναστασώ πάντιμε, τῶν θαυμάτων ποταμός.
    Χαῖρε    μῆτερ Ἀγάθη, ἀγαθότητος σκεῦος·
    χαῖρε     Θεσσαλονίκης Ἀνυσία τό ἔρνος.
    Χαῖρε    Ἀπολλιναρία πάνσεμνε·
    χαῖρε     Ἀγλαΐς παμμακάριστε.
    Χαίρετε πτῶσις ἐχθρῶν ἀοράτων·
    χαίρετε  ῥῶσις ἀσθενῶν ἁπάντων.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Δύναμιν οὐρανόθεν, ἐν ἀγῶσι λαβοῦσαι, ἰσχύσατε ἐν πᾶσι τοῖς πόνοις καί τόν ἐν κακίᾳ ἰσχυρόν κατεπαλαίσατε δράκοντα, πάνσεμνοι· διό ὑμῶν τήν ἄσκησιν θαυμάζοντες, Θεῷ βοῶμεν·
    Ἀλληλούϊα.

    λαμψαν πάσῃ κτίσει, θεοφόροι Γυναῖκες, ὡς ἄστρα τοῦ φωτός τοῦ ἀδύτου καί τάς ἐκκλησίας τοῦ Θεοῦ καταφωτίζουσι, φέγγει τῆς χάριτος· διό τοῖς τούτων λάμψεσι προσδράμωμεν ἀναβοῶντες·
    Χαίρετε Ἄγγελοι σαρκοφόροι·
    χαίρετε  ἄνθρωποι θεοφόροι.
    Χαῖρε    πατρικία Ἀναστασία ἔνδοξε·
    χαῖρε     ἡ Ἀσέλα, Ὁσία ὑπέρτιμε.
    Χαῖρε    μύρον τῆς ἀσκήσεως, ὦ Βρυαίνη, νοητόν·
    χαῖρε     ἄνθος εὐωδέστατον Βενερία νοητόν.
    Χαῖρε    Βασιανίλα, βάσις τῶν σέ τιμώντων·
    χαῖρε     ἡ Γελασία στήλη θείων ἐρώτων.
    Χαῖρε    Γοργονία παναοίδημε·
    χαῖρε     Δομνίκα Ἁγίων μέτοχε.
    Χαῖρε    Δομνίκα ἡ ἐκ Καρχηδονος·
    χαῖρε     Δομνίνα τῆς Κύρου γόνος.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Ζήσασαι ἐναρέτως, οἱ μέν ἐν ἡσυχίᾳ, αἱ δέ ἐν ταῖς Μοναῖς θεοφρόνως, ἄλλαι δέ ἐν σπηλαίοις στεῤῥῶς καί ἕτεραι ὁσίως ἐν ταῖς πόλεσι Γυναῖκες αἱ μακαρίαι, πᾶσαι τῷ Σωτῆρι βοῶσιν·
    Ἀλληλούϊα.

    στραψαν οἱ ἀγῶνες Γυναικῶν τῶν Ὁσίων, ἐν πάσῃ λαμπρῶς τῇ ὑφηλίῳ, καιροῖς ἰδίοις ἀσκητικῶς καί πρός τό φῶς τῶν ἀρετῶν διήγειραν τά τῶν πιστῶν συστήματα, βοῶντα πρός αὐτάς τοιαῦτα·
    Χαίρετε ἄστρα Φωτός ἀδύτου·
    χαίρετε  σύμμορφοι τοῦ Κυρίου.
    Χαῖρε    Δομνίνα, μοναζουσῶν ὡράϊσμα·
    χαῖρε     Εἰρήνη, Χρυσοβαλάντου καύχημα.
    Χαῖρε    Εὐφροσύνη πάνσεμνε, νύμφη πάγκαλε Χριστοῦ·
    χαῖρε     Εὐπραξία ἔνδοξε, εἰκών βίου θαυμαστοῦ.
    Χαῖρε    ἡ Ἐλισάβετ, τῶν δαιμόνων ὁ πέλυξ·
    χαῖρε     ἡ Εὐφροσύνη, τῆς Ῥωσίας ἀνθέριξ.
    Χαῖρε    Εὐβούλη ἡ θεοβούλητος·
    χαῖρε     Εὐστολία ἡ θεόληπτος.
    Χαῖρε    Εὐανθία ἡ πανολβία·
    χαῖρε     Εὐστολία ἄλλη Ὁσία.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Θαύμασι παραδόξοις τόν σεπτόν ὑμῶν βίον, ἐδόξασεν ὁ πάντων Δεσπότης· ἔνθεν θαυματουργεῖτε ἀεί, εἰς πάντα κόσμον, Γυναῖκες πανόσιαι καί σώζετε ἐκ θλίψεων τούς ἐν Τριάδι ἐκβοῶντας·
    Ἀλληλούϊα.

    χνεσι τοῦ Νυμφίου καί Σωτῆρος τῶν ὅλων ἑπόμεναι, θεῖαι Γυναῖκες, ἐκ πάσης πολιτείας καί γῆς, τῷ οὐρανίῳ νυμφῶνι συνέδραμον, ὑπέρ ἡμῶν πρεσβεύουσαι τῶν ἐκβοώντων ὁμοφώνως·
    Χαίρετε πύργοι τῆς εὐσεβείας·
    χαίρετε  πτῶσις τῆς ἀσεβείας.
    Χαῖρε    Εὐγενία, ὁσία ἀθλήτρια·
    χαῖρε     Ἐπιστήμη, Κυρίου μαθήτρια.
    Χαῖρε    Εὐδοκία, Σαμαρείας ὁ βλαστός·
    χαῖρε     Εὐτροπία πάνσεμνε, εὐσεβούντων ἀρωγός.
    Χαῖρε    ἡ ἐν Κυθήροις Ἐλέσα Ὁσιομάρτυς·
    χαῖρε     Θεοδοσία, Βυζαντίου προστάτης.
    Χαῖρε    χορεία ἡ θεοκρότητος· 
    χαῖρε     Ὁσίων ἅγιος ὅμιλος.
    Χαίρετε Πνεύματος θεῖα δοχεῖα·
    χαίρετε  κρείττονος τά ἐκμαγεῖα.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Κήρυκες εὐσεβείας ἀνεδείχθητε κόσμῳ, στερραί Ὁσιομάρτυρες πᾶσαι, καί πρός ἀγῶνας ἀθλητικούς, ἀπορρίψασαι σαρκός τήν ἀσθένειαν, ἀνδρείως ἐχωρήσατε, τῷ Ἀθλοθέτῃ ἐκβοῶσαι·
    Ἀλληλούϊα.

    Λάμψασαι ἐν τῷ κόσμῳ εὐσεβείας τοῖς πόνοις καί πλούτῳ ἀρετῶν οὐρανίων, Γυναῖκες αἱ Ὁσίαι, λαμπρῶς φωταγωγοῦσι πιστῶν τήν διάνοιαν· ὧν τόν βίον θαυμάζοντες, βοήσωμεν ἐν εὐφροσύνῃ·
    Χαίρετε Ὅσιαι νικηφόροι·
    χαίρετε   Μάρτυρες θεοφόροι.
    Χαῖρε     Θεοκτίστη, Λεσβίων ἀγλάϊσμα·
    χαῖρε      Θεοδώρα, τῆς Ἄρτης ὡράϊσμα.
    Χαῖρε     βασιλίδων κλέϊσμα Θεοφανώ εὐκλεής·
    χαῖρε      ἡ ἐξ Αἰγίνης λάμψασα Θεοδώρα θαυμαστή.
    Χαῖρε     Θεσσαλονίκης Θεοδώρα ἡ δόξα·
    χαῖρε      Ἀλεξανδρείας Θεοδώρα τό θρέμμα.
    Χαῖρε     Θεοδώρα θεοτίμητε·
    χαῖρε      Θεοδούλη θεοδόξαστε.
    Χαίρετε  εὔοσμοι ἠθῶν λειμῶνες·
    χαίρετε   ἄκλυστοι πιστῶν λιμένες.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Μίαν ὁσίαν γνώμην σώμασι διαφόροις, φέρουσαι Γυναῖκες θεοφόροι, εἰ καί διΐστανται τοῖς καιροῖς καί τοῖς ποικίλοις τοῦ βίου συστήμασι, μίαν χορείαν ἤθροισαν, μιᾷ φωνῇ Χριστῷ βοῶσαι·
    Ἀλληλούϊα.

    Νόμοις τῆς ἐγκρατείας, ὅλον ὑμῶν τόν βίον, ἰθύνασαι εὐθείᾳ καρδίᾳ, ἐνεκρώσατε τό τῆς σαρκός γεῶδες καί θνητόν φρόνημα Ἅγιαι· ζωῆς δέ τῆς ἀμείνονος ἐτύχετε, αἷς ἐκβοῶμεν·
    Χαίρετε τύποι τῆς ἐγκρατείας·
    χαίρετε  ἄνθη τῆς ἀπαθείας.
    Χαῖρε    Θωμαΐς, τῆς ἁγνείας τό ἄγαλμα·
    χαῖρε     Θεοδώρα, Καισαρείας καύχημα.
    Χαῖρε    Θεοκλητώ ἔνδοξε, ἰαμάτων χορηγός·
    χαῖρε     Θεοδότη πάνσεμνε, ὀρφανῶν ἡ βοηθός.
    Χαῖρε    Θεοδότη ἄλλη, ἡ θεόφρων Ὁσία·
    χαῖρε     Ξένης θεραπαινίδων ξυνωρίς μακαρία.
    Χαῖρε    Ὁσίων Ἰοῦστα σύσκηνε·
    χαῖρε     Ἁγίων Ἰσιδώρα σύγκληρε.
    Χαίρετε κόσμῳ ἀεί βοηθοῦσαι·
    χαίρετε  πᾶσι τά κρίττω διδοῦσαι.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Ξέναι ὤφθητε κόσμῳ, ξενοτρόποις ἀγῶσι, πανόσιαι ἅγιαι Γυναῖκες, καί τῷ ξενωθέντι δι’ἡμᾶς προσῳκειώθητε βίου λαμπρότητι, Οὗ τῆς δόξης μετέχουσι σύν Ἀγγέλοις, ἀεί βοᾶτε·
    Ἀλληλούϊα.

    μιλε θεοφόρε, συνδρομή μακαρία, θεόφρονες Ὅσιαι Γυναῖκες, αἱ ἀπ’αἰῶνος ἀσκητικῶς Χριστῷ τῷ Νυμφίῳ εὐαρεστήσασαι, ὑπέρ ἡμῶν πρεσβεύσατε, τῶν ἐκβοώντων ὑμῖν ταῦτα·
    Χαίρετε κῆποι θείων χαρίτων·
    χαίρετε  μέτοχοι τῶν ἀρρήτων.
    Χαῖρε   Ἰουλίττα Ὁσία πανένδοξε·
    χαῖρε    Ἱερεμία, Ἁγίων συμμέτοχε.
    Χαῖρε   Ἰουλιανή, Κανδίδα τε καί ἡ Κύρα αἱ σεμναί·
    χαῖρε    Λεωνίς πανεύφημε καί Λιβύη θαυμαστέ.
    Χαῖρε   μῆτερ Μαρία, ὁ βλαστός τῆς Αἰγύπτου·
    χαῖρε    σοφή Μακρίνα, ἀδελφή Βασιλείου.
    Χαῖρε   Ματρῶνα, Πέργης γεώργημα·
    χαῖρε    Ματρῶνα, Χίου καλλώπισμα.
    Χαῖρε  Ῥωμαία Μελάνη ἁγία·
    χαῖρε   ὁσία σεμνή Μελανθία.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Πᾶσα τάξις ἀνθρώπων καί χοροί μονοτρόπων, γεραίρουσιν ὑμῶν τούς ἀγῶνας, Ὅσιαι Γυναῖκες εὐλαβῶς· ἁπάντων γάρ πληροῦται τά αἰτήματα  καί ἴασιν καί λύτρωσιν παρέχετε τοῖς ἐκβοῶσιν·
    Ἀλληλούϊα.

    ήματα τοῦ Σωτῆρος γεωργήσασαι πίστει, ἠνέγκατε ζωήν αἰωνίαν καί δόξαν εὕρατε ἀληθῆ, τόν καρπόν τῆς θεώσεως δραψάμεναι, Γυναῖκες θεοφόρητοι, ὑμῖν ὁμοῦ βοῶμεν·
    Χαίρετε Ἅγιαι ἐν Ὁσίοις·
    χαίρετε  Ὅσιαι ἐν Ἁγίοις.
    Χαῖρε     Μαρία ἀνδρικῶς ἡ ἀσκήσασα·
    χαῖρε      Μαράνα ἐχθρόν ἡ νικήσασα.
    Χαῖρε     Μάγνα παμμακάριστε, ἀσκουμένων καλλονή·
    χαῖρε      Μελάνη πάντιμε, πρώτης ἡ θυγατριδή.
    Χαῖρε     τοῦ Ξενοφῶντος ἡ συμβία Μαρία·
    χαῖρε      τοῦ Ἀβραμίου ἀνεψιά ἡ Μαρία.
    Χαῖρε     Μαρκιανή, σεμνή Ἄνασσα·
    χαῖρε      Μαρκέλλα, τῆς Χίου βλάστημα.
    Χαῖρε     ἡ Μάρθα Συμεών τοῦ Στυλίτου·
    χαῖρε      Μάρθα ἡ τοῦ Θαυμαστορίτου.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    Σύμπασα Παλαιστίνη, Αἴγυπτος καί Λιβύη, Ἐώα καί Ἑλλάς σύν τοῖς νήσοις καί πᾶς τόπος καί χώρα σεπτῶς τῇ ἀσκήσει ὑμῶν καθηγιάσθησαν· διό ὑμᾶς γεραίρομεν, Ὅσιαι Γυναῖκες, βοῶντες·
     Ἀλληλούϊα.

    Τῶν Ἀγγέλων τοῖς δήμοις καί Ἁγίων χορείαις, τελέσασαι ὁσίως τόν δρόμον συνήφθητε, Γυναῖκες σεμναί, γνωσταί καί ἅπασαι αἱ ἀνώνυμοι, πταισμάτων ἀπολύτρωσιν αἰτούμεναι τοῖς ἐκβοῶσι·
    Χαίρετε ἄσαρκοι ἐν ἀσκήσει·
    χαίρετε  ἄτρεπτοι ἐν ἀθλήσει.
    Χαῖρε    τῆς Ῥώμης μῆτερ Ξένη τό βλάστημα·
    χαῖρε     Ξανθίππη γυναικῶν τό ἀγλάϊσμα.
    Χαῖρε    Ξένη τῆς Ῥωσίας, ἡ Σαλή διά Χριστόν·
    χαῖρε     Δούκισσα Ἐλισάβετ, ἡ θανοῦσα δι’Αὐτόν.
    Χαῖρε    Ὀλυμπιάς Διάκονε, καλῶν ἔργων συνδρομή·
    χαῖρε     μῆτερ Οὐσία, ἡ ἁγία γυνή.
    Χαῖρε    ἐν παρθενίᾳ Πιαμούν ἡ Ὁσία·
    χαῖρε     Παρασκευή, πρός Θεόν παρρησία.
    Χαῖρε    κλεινή Πλατωνίς μακαρία·
    χαῖρε     ἀεί Πολυξένη Ὁσία.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

    μνουν αἱ τῶν Ἀγγέλων στρατηγίαι ὁρῶσαι ὑμῶν τάς θαυμαστάς ἀριστείας, τόν Σωτῆρα πάντων καί Θεόν, τόν διδόντα ὑμῖν δύναμιν ἄνωθεν, δι’ ἧς ἐθριαμβεύσατε ἐν τοῖς ἀγῶσιν, ἐκβοῶσαι·
    Ἀλληλούϊα.

    Φάλαγξ ἡ τῶν δαιμόνων πέπτωκε καί ἡττήθη, ἐνστάσῃ καί στερρᾷ καρτερίᾳ πασῶν τῶν Ὁσίων Γυναικῶν, ἀγωνισαμένων ἐν θείῳ Πνεύματι· πιστοί δέ ἐπευφράνθησαν τῇ τούτων νίκῃ ἐκβοῶντες·
    Χαίρετε δόξα τῆς Ἐκκλησίας·
    χαίρετε  ἦττα τῆς δυσεβείας.
    Χαῖρε    Παρασκευή, Ἐπιβατῶν βλάστημα·
    χαῖρε     Πελαγία, ἀρετῶν ἐκτύπωμα.
    Χαῖρε    Ποταμία πάνσεμνε, ἡ ἀθλήσασα στερρῶς·
    χαῖρε     Πολυξένη ἀοίδημε, ἡ ἀσκήσασα σεπτῶς.
    Χαῖρε    Συγκλητική, φῶς ἀσκήσεως μέγα·
    χαῖρε     Σολωμονή, Μακκαβαίων μητέρα.
    χαῖρε     Σοφία, ἡ ἐξ Αἴνου λάμψασα·
    χαῖρε     Σωπάτρα, ἡ Χριστόν δοξάσασα.
    χαῖρε     Σάρρα, ἀσκουμένων τύπος·
    χαῖρε     Ὁσίων Γυναικῶν το πλῆθος.
    Χαίρετε Γυναῖκες Ὅσιε.

    Χάριτας ἰαμάτων ἀναβλύζουσι κόσμῳ καί θαύματα τελοῦσιν ἀπαύστως, πανόσιαι Γυναῖκες σεμναί, αἱ θῆκαι τῶν λειψάνων ὑμῶν Ἅγιαι καί νόσους θεραπεύουσι καί σώζουσι τούς ἐκβοῶντας·
    Ἀλληλούϊα.

    Ψάλλουσαι σύν Ἀγγέλοις τῇ Ἁγίᾳ Τριάδι, ἀλήκτως τόν Τρισάγιον ὕμνον, ἀνώνυμοι ὁμοῦ καί γνωσταί, αἱ ἀπ’ αἰῶνος Γυναῖκες θεόληπτοι, δέξασθε τούς ὕμνους ἡμῶν, τῶν ἀπαύστως ἀναβοώντων·
    Χαίρετε σύσκηνοι τῶν Ἁγίων·
    χαίρετε  πρότυπα καλῶν ἔργων.
    Χαῖρε    τῆς Κυζίκου τρυφή, μῆτερ Τρύφαινα·
    χαῖρε     σύν Ταώρ ἡ Ταλίδα ἡ ἔνθεος.
    Χαῖρε    τῶν θαυμάτων πέλαγος, μῆτερ Σεβαστιανή·
    χαῖρε     Ταϊσία πάνσεμνε, μετανοίας ἡ αὐγή.
    Χαῖρε    ὦ Φεβρωνία, καλλιπάτθενε Μάρτυς·
    χαῖρε     ἐκ τῆς Ῥωσίας Φεβρωνία ἡ ἄλλη.
    Χαῖρε    Φιλοθέη ἡ ἐν Ἀθήνησι·
    χαῖρε     Φωτεινή, φῶς ἐν τοῖς πέρασι.
    Χαίρετε πᾶσαι αἱ ὀνομασθεῖσαι·
    χαίρετε  ἅπασαι αἱ μή γνωσθεῖσαι.
    Χαίρετε Γυναῖκες Ὅσιαι.

     πληθύς μακαρία, Γυναικῶν τῶν Ὁσίων, ἀνώνυμοι καί ὀνομασθεῖσαι (ἐκ γ’),δέξασθε ἡμῶν τήν προσφοράν  καί ἑνί ἑκάστῳ ἡμῖν βραβεύσατε χάριν καί ἔλεος· πάντες γάρ ὁμοῦ βοῶμεν·
    Ἀλληλούϊα.

    Καί αὖθις τό Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
    Τῶν θεοφόρων Γυναικῶν τόν θεῖον σύλλογον, τῶν ἐν ἀσκήσει λαμψασῶν εἰς κτίσιν ἅπασαν, μακαρίσωμεν συμφώνως πιστῶν δῆμοι· δοξασθεῖσαι γάρ τῇ χάριτι τοῦ Πνεύματος, τοῖς αἰτοῦσι χορηγοῦσι τά σωτήρια· ταύταις εἴπωμεν, θεοδόξαστοι χαίρετε.

    Δίστιχον.
    Χαῖρε Γυναικῶν θεοειδῶν ὁ δῆμος,
    Γεράσιμος ὑμῖν βοᾷ γηθοσύνως.
  • Κυριακή 13 Δεκεμβρίου 2015

    Ασματική Ακολουθία εις τιμήν και μνήμην της Οσίας μητρός ημών Οδιλίας της εξ Αλσατίας – Παναγιώτου Σόμαλη.



    site analysis
    ΔΕΚΕΜΒΡΙΟΣ ΙΓ!!

    ΜΝΗΜΗ ΤΗΣ ΟΣΙΑΣ ΟΔΙΛΙΑΣ ΤΗΣ ΕΞ ΑΛΣΑΤΙΑΣ

    ΑΚΟΛΟΥΘΙΑ
    (Παναγιώτης Σόμαλης.)

    ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

    Εις το Κύριε εκέκραξα, ιστώμεν στίχους δ’ , και ψάλλομεν τα εξής προσόμοια της Οσίας.
    Ήχος β’ . Ότε εκ του ξύλου.
    Ότε, στειρευούσης εκ γαστρός, θεία ευδοκία ετέχθης, ο σος γεννήτωρ τυφλήν, βλέπων σε τεθύμωται, και κτείνειν ήθελε, η δε πάντιμος μήτηρ σου, τροφώ σε εκδούσα, Οδιλία ρύη σε, της του πατρός σου οργής, όθεν εν Μονή του Βαλσάμου, ώκησας σεμνή παιδιόθεν, βίω εναρέτω διαλάμπουσα.

    Ότε, Ρατισβόνης ο ποιμήν, έλαβε Ερχάρδος κατ’ όναρ, την περί σου εντολήν, χαίρων σε εζήτησεν, και σε βαπτίσας τους σους, οφθαλμούς μύρω έχρισε, ευθύς δε ω θαύμα, ούτοι ηνεώχθησαν, πάντων εις έκπληξιν, τούτω γαρ Χριστός τω σημείω, έδειξεν τοις πάσιν Οσία, ότι νύμφην σε ενδόξως είλετο.

    Ότε, ηδονάς βιοτικάς, πλούτόν τε μισούσα θεόφρον, τον κόσμον έλιπες, μνήστορα επίγειον, μηδένα στέργουσα, Χοχενβούργης την έπαλξιν, Μονήν εις αγίαν, ψυχών φροντιστήριον, Μήτερ εποίησας, ένθα Οδιλία παρθένων, πλήθος ευγενών συνελθούσαι, σου την πολιτείαν εμιμήσαντο.

     Ώφθης, των πενήτων βοηθός, και των ασθενών προστασία, και θλιβομένων χαρά, ξένων τε παράκλησις, Μοναζουσών καλλονή, των Αγγέλων συνόμιλος, και άφθονον χάριν, ιαμάτων έλαβες, παρά Χριστού του Θεού, όνπερ Οδιλία δυσώπει, οφθαλμών ψυχών και σωμάτων, δούναι την υγείαν τοις τιμώσί σε.
    Δόξα. Ο αυτός.
    Δεύτε αναβώμεν εις το άγιον όρος, το επ’ ονόματι της θεοφόρου, τετιμημένον Οδιλίας. Δεύτε τω τιμίω αυτής τάφω προσπέσωμεν, αγιασμόν αρυόμενοι. Δεύτε τη πηγή εκείνης προσδράμωμεν, και του εκείθεν αναβλύζοντος ύδατος, εν ευλαβεία πολλή μεταλάβωμεν. Δεύτε πάντες εμφορηθώμεν, των της μακαρίας παρθένου δωρημάτων, εν κατανύξει κραυγάζοντες· ταις της Σης Οσίας πρεσβείαις Ζωοδότα, φώτισον και σώσον τας ψυχάς ημών.
    Και νυν. Θεοτοκίον.
    Την πάσαν ελπίδα μου, εις Σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην Σου.
    Απόστιχα. Ήχος β’ . Οίκος του Εφραθά.
    Πόνοις ασκητικοίς, και οικτιρμοίς πενήτων, ευάρεστος εγένου, Κυρίω Οδιλία, παρθένων εγκαλλώπισμα.
     Στ.: Υπομένων, υπέμεινα τον Κύριον και προσέσχε μοι και εισήκουσε της φωνής της δεήσεώς μου.
    Ρώννυσιν οφθαλμούς, το ύδωρ της πηγής σου, η εκ του βράχου Μήτερ, ανέβλυσεν ση ράβδω, ευθύς ως τούτον έπληξας.
     Στ.: Κύριος λύει πεπεδημένους, Κύριος σοφοί τυφλούς, Κύριος ανορθοί κατεραγμένους, Κύριος αγαπά δικαίους.
     Χάριν παρά Θεού, πλουτίσασα θαυμάτων, μη παύση Οδιλία, ημίν θαυματουργούσα, τοις πόθω σε γεραίρουσι.
    Δόξα. Τριαδικόν.
    Φώτισον της ψυχής, τα όμματα Σων δούλων, Τριας Υπεραγία, και μία θεαρχία, πρεσβείαις της Οσίας Σου.
    Και νυν. Θεοτοκίον.
    Σκέπη Σου τη σεπτή, προστρέχοντες Παρθένε, αιτούμεθα ρυσθήναι, των του εχθρού παγίδων, Θεογεννήτορ Δέσποινα.
    Νυν απολύεις. Τρισάγιον.
    Απολυτίκιον. Ήχος α’ . Της ερήμου πολίτης.
    Αλσατίας η δόξα Χοχενβούργης το καύχημα, οφθαλμών πασχόντων υγεία, και τυφλών η ανάβλεψις, νοσούντων και πτωχών η βοηθός, σεμνών μοναζουσών ο στολισμός, Οδιλία μακαρία υπέρ ημών, ικέτευε των βοώντων· δόξα τω σε καλέσαντι Χριστώ, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου πάσιν ιάματα.
    Δόξα. Και νυν. Θεοτοκίον.
    Του Γαβριήλ φθεγξαμένου σοι Παρθένε το Χαίρε, συν τη φωνή εσαρκούτο ο των όλων Δεσπότης, εν σοι τη αγία κιβωτώ, ως έφη ο δίκαιος Δαυΐδ. Εδείχθης πλατυτέρα των ουρανών, βαστάσασα τον Κτίστην σου. Δόξα τω ενοικήσαντι εν σοι· δόξα τω προελθόντι εκ σου· δόξα τω ελευθερώσαντι ημάς, δια του τόκου σου.
     Απόλυσις.
    ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
     Μετά τον Προοιμιακόν, το Μακάριος ανήρ. Εις δε το Κύριε εκέκραξα, ιστώμεν στίχους στ , και ψάλλομεν τα παρόντα στιχηρά προσόμοια της Οσίας.
    Ήχος δ’ . Έδωκας σημείωσιν.
    Δεύτε ευφραινόμενοι, την της Οσίας πανήγυριν, εορτάσωμεν σήμερον, Θεώ τω δοξάσαντι, ταύτην χαρμοσύνως, μέλποντες τον αίνον, τω δωρουμένω δι’ αυτής, τοις τρυχομένοις ποικίλοις πάθεσιν, ιάματα και νέμοντος, αμαρτημάτων συγχώρησιν, Οδιλίας δεήσεσιν, τοις αυτήν μακαρίζουσι.
     Κτείνειν σε ηθέλησεν, ότε τυφλήν σε εώρακεν, γεννηθείσαν αοίδιμε, πατήρ σου ο άθλιος, αλλά σου η μήτηρ, τη τροφώ εκδούσα, εις του Βαλσάμου την Μονήν, οία φιλόστοργος εφυγάδευσεν, εν η οσίως πάνσεμνε, και εναρέτως βιώσασα, τω Σωτήρι νενύμφευσαι, δια πόνων ασκήσεως.
     Άνωθεν η κλήσίς σου, ουκ απ’ ανθρώπων εγένετο, Οδιλία θεόληπτε, καθ’ ύπνους γαρ έλαβε, εντολήν Ερχάρδος, ο της Ρατισβόνης, σε ανευρείν και του λουτρού, του σωτηρίου καταξιώσαί σε, και ότε σε τω χρίσματι, έχρισεν τότε ανοίχθησαν, οφθαλμοί σου και άπαντες, τον Θεόν εμεγάλυνον.
     Δόξαν την επίγειον, και την τρυφήν την επίκηρον, Οδιλία μισήσασα, Χριστού επεπόθησας, την πτωχείαν Μήτερ, όθεν Χοχενβούργην, πείθεις σοι δούναι εις Μονήν, τον σον πατέρα και ταύτην έδειξας, ψυχών λιμένα άκλυστον, και ασφαλές καταφύγιον, και ιδρώσι τιμίοις σου, αληθώς καθηγίασας.
     Πέτρος ο Απόστολος, επιφανείς ο ανήγειρας, εγκαινίσας ηυλόγησεν, σεπτόν παρεκκλήσιον, τω Χριστού Προδρόμω, λεπρός δε ο τάλας, ότε αυτώ υπομονήν, η θεραπείαν ηύξω λελύτρωται, και πλείστοις άλλοις θαύμασιν, ο Παντοκράτωρ εδήλωσεν, παρρησίαν ην εύρηκας, παρ’ Αυτώ αξιάγαστε.
     Τάφω τω τιμίω σου, γονυκλινώς οι προσπίπτοντες, Οδιλία πανθαύμαστε, πιστώς σου δεόμενοι, πόνων αφορήτων, νόσων δυσιάτων, και πολυπλόκων πειρασμών, ευχαριστούσι Θεώ σωζόμενοι, ιάσαι δε τα όμματα, των ευλαβώς ανυμνούντων σε, ουρανόθεν εξαίρετον, προς αυτό σχούσα δύναμιν.
    Δόξα. Ήχος πλ. Β’ .
    Ασκητριών την καλλονήν, και των παρθένων κλέος, το σκεύος των χαρίτων, και του Χριστού νύμφην θείαν και πάγκαλον, συνελθόντες οι φιλέορτοι, μελωδικοίς εγκωμίοις, τιμήσωμεν ψάλλοντες· Χαίροις η παιδιόθεν Θεώ, τω πάντων Ποιητή, σαυτήν καθιερώσασα· χαίροις νοσούντων επίσκεψις, πτωχών η περίθαλψις, Οδιλία ισάγγελε· χαίροις της Αλσατίας απάσης προστασία, και των ασθενούντων ομμάτων ιατρεία. Και νυν Οσία πανένδοξε, μη παύση πρεσβείαν ποιούσα αεί, πλημμελημάτων συγγνώμην διδόναι ημίν, τοις γεραίρουσι, την χαρμόσυνον μνήμην σου.
    Και νυν Προεόρτιον. Ο αυτός.
    Σπήλαιον ευτρεπίζου, η αμνάς γαρ ήκει, έμβρυον φέρουσα Χριστόν. Φάτνη δε υποδέχου, τον τω λόγω λύσαντα, της αλόγου πράξεως, ημάς τους γηγενείς. Ποιμένες αγραυλούντες, μαρτυρείτε θαύμα το φρικτόν, και Μάγοι εκ Περσίδος, χρυσόν και λίβανον και σμύρναν, τω Βασιλεί προσάξατε, ότι ώφθη Κύριος, εκ Παρθένου Μητρός, όνπερ κύψασα δουλικώς, η Μήτηρ προσεκύνησε, και προσεφθέγξατο, τω εν αγκάλαις αυτής, πως ενεσπάρης μοι, η πως μοι ενεφύης, ο Λυτρωτής μου και Θεός;
    Είσοδος. Φως ιλαρόν, το Προκείμενον της ημέρας, και τα Αναγνώσματα.
    Προφητείας Ησαΐου το Ανάγνωσμα. (Κεφ. μβ , 5-25)
    Ούτω λέγει Κύριος ο Θεός, ο ποιήσας τον ουρανόν και πήξας αυτόν, ο στερεώσας την γην και τα εν αυτή και διδούς πνοήν τω λαώ τω επ’ αυτής και πνεύμα τοις πατούσιν αυτήν. Εγώ Κύριος ο Θεός, εκάλεσά σε εν δικαιοσύνη και κρατήσω της χειρός σου και ενισχύσω σε και έδωκά σε εις διαθήκην γένους, εις φως εθνών ανοίξαι οφθαλμούς τυφλών, εξαγαγείν εκ δεσμών δεδεμένους και εξ οίκου φυλακής καθημένους εν σκότει. Εγώ Κύριος ο Θεός, τούτό μου έστι το όνομα, την δόξαν μου ετέρω ου δώσω ουδέ τας αρετάς μου τας γλυπτοίς, τα απ’ αρχής ιδού ήκασι, και καινά, α εγώ αναγγέλλω, και προ του αναγγείλαι εδηλώθη υμίν. Υμνήσατε τω Κυρίω ύμνον καινόν, η αρχή αυτού, δοξάζετε το όνομα αυτού απ’ άκρου της γης, οι καταβαίνοντες εις την θάλασσαν και πλέοντες αυτήν, αι νήσοι και οι κατοικούντες αυτάς. Ευφράνθητι έρημος και αι κώμαι αυτής, επαύλεις και οι κατοικούντες Κηδάρ. Ευφρανθήσονται οι κατοικούντες Πέτραν, απ’ άκρων των ορέων βοήσουσι. Δώσουσι τω Θεώ δόξαν, τας αρετάς αυτού εν ταις νήσοις αναγγελούσι. Κύριος ο Θεός των δυνάμεων εξελεύσεται και συντρίψει πόλεμον, επεγερεί ζήλον και βοήσεται επί τους εχθρούς αυτού μετά ισχύος. Εσιώπησα, μη και αεί σιωπήσομαι και ανέξομαι; Ως η τίκτουσα εκαρτέρησα, εκστήσω και ξηρανώ και θήσω ποταμούς εις νήσους και έλη ξηρανώ. Και άξω τυφλούς εν οδώ, η ουκ έγνωσαν, και τρίβους ας ουκ ήδεισαν, πατήσαι ποιήσω αυτούς. Ποιήσω αυτοίς το σκότος εις φως και τα σκολιά εις ευθείαν· ταύτα τα ρήματα ποιήσω και ουκ εγκαταλείψω αυτούς. Αυτοί δε απεστράφησαν εις τα οπίσω· αισχύνθητε αισχύνην, οι πεποιθότες επί τοις γλυπτοίς, οι λέγοντες τοις χωνευτοίς· υμείς εστε θεοί ημών. Οι κωφοί, ακούσατε, και οι τυφλοί, αναβλέψατε ιδείν. Και τις τυφλός, αλλ’ η οι παίδές μου και κωφοί, αλλ’ η οι κυριεύοντες αυτών; Και ετυφλώθησαν οι δούλοι του Θεού. Είδετε πλεονάκις, και ουκ εφυλάξασθε, ηνοιγμένα τα ώτα και ουκ ηκούσατε. Κύριος ο Θεός, εβουλεύσατο, ίνα δικαιωθή και μεγαλύνη αίνεσιν. Και είδον και εγένετο ο λαός πεπρονομευμένος και διηρπασμένος, η γαρ παγίς εν τοις ταμείοις πανταχού, και εν οίκοις άμα, όπου έκρυψαν αυτούς, εγένοντο εις προνομήν, και ουκ ην εξαιρούμενος άρπαγμα, και ουκ ην ο λέγων· απόδος. Τις εν υμίν, ος ενωτιείται ταύτα; Εισακούσατε εις τα επερχόμενα. Τις έδωκεν εις διαρπαγήν Ιακώβ, και Ισραήλ τοις προνομεύουσιν αυτόν; ουχί ο Θεός, ω ημάρτοσαν αυτώ, και ουκ ηβούλοντο εν ταις οδοίς αυτού πορεύεσθαι, ουδέ ακούειν του νόμου αυτού; Και επήγαγεν επ’ αυτούς οργήν θυμού αυτού, και κατίσχυσεν αυτούς πόλεμος και οι συμφλέγοντες αυτούς κύκλω, και ουκ έγνωσαν έκαστος ουδέ έθεντο επί ψυχήν.
    Παροιμιών το Ανάγνωσμα. (Κεφ. ιθ , 16-25)
    Ος φυλάσσει εντολήν, τηρεί την εαυτού ψυχήν, ο δε καταφρονών των εαυτού οδών απολείται. Δανείζει Θεώ ο ελεών πτωχόν, κατά δε το δόμα αυτού ανταποδώσει αυτώ. Παίδευε υιόν σου, ούτως γαρ έσται εύελπις, εις δε ύβριν μη επαίρου τη ψυχή σου. Κακόφρων ανήρ πολλά ζημιωθήσεται, εάν δε λοιμεύηται, και την ψυχήν αυτού προσθήσει. Πολλοί λογισμοί εν καρδία ανδρός, η δε βουλή του Κυρίου εις τον αιώνα μένει. Καρπός ανδρί ελεημοσύνη, κρείσσων δε πτωχός δίκαιος η πλούσιος ψεύστης. Φόβος Κυρίου εις ζωήν ανδρί, ο δε άφοβος αυλισθήσεται εν τόποις, ου ουκ επισκοπείται γνώσις, ο εγκρύπτων εις τον κόλπον αυτού χείρας αδίκως, ουδέ τω στόματι ου μη προσαγάγη αυτάς. Λοιμού μαστιγουμένου, άφρων πανουργότερος γίνεται, εάν δε ελέγχης άνδρα φρόνιμον, νοήσει αίσθησιν.
    Σοφίας Σολομώντος το Ανάγνωσμα. (Κεφ. ζ′.7)
    Δίκαιος, εάν φθάση τελευτήσαι, εν αναπαύσει έσται. Γήρας γαρ τίμιον ου το πολυχρόνιον, ουδέ αριθμώ ετών μεμέτρηται. Πολιά δε εστι φρόνησις ανθρώποις, και ηλικία γήρως βίος ακηλίδωτος. Ευάρεστος Θεώ γενόμενος, ηγαπήθη· και ζων μεταξύ αμαρτωλών, μετετέθη. Ηρπάγη, μη κακία αλλάξη σύνεσιν αυτού, η δόλος απατήση ψυχήν αυτού· βασκανία γαρ φαυλότητος αμαυροί τα καλά, και ρεμβασμός επιθυμίας μεταλλεύει νουν άκακον. Τελειωθείς εν ολίγω, επλήρωσε χρόνους μακρούς· αρεστή γαρ ην Κυρίω η ψυχή αυτού· δια τούτο έσπευσεν εκ μέσου πονηρίας. Οι δε λαοί ιδόντες και μη νοήσαντες, μηδέ θέντες επί διανοία το τοιούτον, ότι χάρις και έλεος εν τοις οσίοις αυτού, και επισκοπή εν τοις εκλεκτοίς αυτού.
    Λιτή. Ήχος α’ .
    Ευφραίνου εν Κυρίω, πάσα η Αλσατία, την της σης προστάτιδος μνήμην, Οδιλίας εορτάζουσα, και τω τιμίω τάφω και τη ιερά πηγή αυτής, εν ευλαβεία προσερχομένη, την ευλογίαν εκείνης αίτησαι. Του αΰλου γαρ φωτός, τας ελλάμψεις δεξαμένη, του φωτός τα έργα εκφαίνει, πολιτεία κρείττονι, και συμπαθεία αμέτρω, ιαμάτων δε δυνάμεσιν, θεόθεν δοξασθείσα, πολυειδώς ευεργετεί, κατά ψυχήν και σώμα, τους αδιστάκτως κραυγάζοντας· Κύριε δόξα Σοι.
    Ήχος β’ .
    Ανήρ θυμώδης αληθώς και ολιγόπιστος, ο σος γεννήτωρ πέλων, και μη ειδώς τας Γραφάς μηδέ την δυνάμιν του Θεού, ότε τυφλή εγεννήθης, θανατούσθαί σε εκέλευσεν, του ιδίου τέκνου μη φεισάμενος, αλλά προφθάσασα η ση αοίδιμος μήτηρ, της εκείνου σε οργής ηλευθέρωσεν, και εν τη του μακαρίου Μαρτίνου Μονή, τη λεγομένη του Βαλσάμου, παιδιόθεν κατοικείν κατηξιώθης, σεαυτήν προς ευσέβειαν γυμνάζουσα, και νυμφευθείσα Χριστώ, τω αθανάτω Νυμφίω. Ον εκδυσώπει σωθήναι ημάς, Οδιλία Οσία Μήτερ, τους χαρμοσύνως νυν μέλποντας, την πληθύν των θαυμασίων σου.
    Ήχος γ’ .
    Την των οφθαλμών σκοτίαν, αγογγύστως έτη δώδεκα υπομείνασα, δια του αγίου βαπτίσματος, θαυμαστώς ανέβλεψας. Ευχαριστούσα ουν τω Θεώ τω ικανώσαντί σε, εις την μερίδα του κλήρου των Αγίων εν τω φωτί, τοις ελαχίστοις του Κυρίου αδελφοίς, μετά χαράς διακονήσαι εσπούδασας, το αγαθόν εργαζομένη προς πάντας, μάλιστα δε προς τους οικείους της πίστεως. Και μοναζουσών τίμιον δήμον συγκροτήσασα, ηγουμένη αυτών ανεδείχθης, τω οικείω παραδείγματι, την σην συνοδείαν Οδιλία, επιτελείν αγιωσύνην, εν πραότητι παιδεύουσα. Μεθ’ ων και ημάς τους σε γεραίροντας, τον θείον δίδαξον φόβον, ενί εκάστω παρέχουσα, τα προς σωτηρίαν αιτήματα.
    Ήχος δ’ .
    Τις επαξίως υμνήσει, των ασκητικών αγώνων σου τα τρόπαια, Οδιλία αξιέπαινε; Νηστείας γαρ και αγρυπνίαις, την σάρκα μαράνασα, τον της Εύας πτερνιστήν, ανδρικώς εθριάμβευσας, και επαξίων βραβείων, αληθώς κατηξιώθης. Μεγάλη όντως η δύναμις, της σης προς Χριστόν μεσιτείας σου! Λεπρόν γαρ εκαθάρισας, ύδωρ εκ πέτρας ανίκμου πηγάσαι εποίησας, και υπέρ του σάρκα πατρός σου, απολιπόντος αυτού τον βίον, μετά δακρύων ουκ επαύσω δεομένη, υπέρ της εκείνου αναπαύσεως, έως ου των σων γονάτων τα ίχνη, επί του βράχου εσημειώθη. Διο και σήμερον εν τη πανσέπτω μνήμη σου, των κεκοιμημένων μνημόνευσον χριστιανών, και πρέσβευε σωθήναι πάντας τους τιμώντάς σε, εν τη ημέρα της Κρίσεως.
    Δόξα. Ήχος β’ .
    Της Αλσατίας το θείον κλέος, Οδιλία θαυματουργέ, κατά το όνομά σου, ούτω και η πολιτεία σου, όντως γαρ πλουσία φερωνύμως ανεδείχθης, χερσί των πενήτων τον σον πλούτον διανείμασα, και πλούτον αρετών μη φθειρόμενον, εν ουρανοίς θησαυρίσασα, όθεν λαμπαδηφόρος, εν τω νυμφώνι του Λόγου, λαμπρώς κατεσκήνωσας, και του αδύτου φωτισμού μετέσχες, αδιαλείπτως πρεσβεύουσα, ελεηθήναι τας ψυχάς ημών.
    Και νυν. Προεόρτιον.
    Δεύτε άπαντες, Χριστού τα γενέθλια, πιστώς προεορτάσωμεν, και νοητώς τον ύμνον, ως αστέρα προβαλλόμενοι, μαγικάς δοξολογίας, μετά ποιμένων βοήσωμεν· ήλθεν η σωτηρία των βροτών, εκ παρθενικής νηδύος, πιστούς ανακαλέσασθαι.
    Απόστιχα. Ήχος πλ. Δ’ .  Ω του παραδόξου θαύματος.
    Ω του παραδόξου θαύματος! υπομονήν τω λεπρώ, ευξαμένη η ίασιν, τούτον ηλευθέρωσας, του χρονίου νοσήματος, και ση τιμία, ράβδω ως έπληξας, την πέτραν ύδωρ, ευθύς επήγασεν, ω ραντιζόμενοι, πίστει εκλυτρούμεθα, των οφθαλμών, Οδιλία ένδοξε, παντός νοσήματος.
     Στ.: Υπομένων, υπέμεινα τον Κύριον και προσέσχε μοι και εισήκουσε της φωνής της δεήσεώς μου.
    Ότε, ο καιρός εφέστηκεν, της σης εξόδου Χριστός, οραθείς σοι αείμνηστε, της μελλούσης έδειξεν, δόξης δείγμα και Άγγελος, εν ποτηρίω, Σώμα το τίμιον, και αίμα Μήτερ, το αγιώτατον, ήλθε κομίζων σοι, όπερ αι μονάστριαι, σου ταις χερσίν, Οδιλία βλέπουσαι, Θεόν εδόξαζον.
    Στ.: Κύριος λύει πεπεδημένους, Κύριος σοφοί τυφλούς, Κύριος ανορθοί κατεραγμένους, Κύριος αγαπά δικαίους.
    Μήτερ, Οδιλία πάνσεμνε, τον ιερόν Βαπτιστήν, και τον μέγαν Νικόλαον, Πέτρον τον Απόστολον, και Ερχάρδον τον πάνσοφον, συμπρεσβευτάς σου, λαβούσαι αίτησαι, τον σον Νυμφίον, ημίν δωρήσασθαι, βίου διόρθωσιν, και πταισμάτων άφεσιν, τοις την σεπτήν, και αγίαν μνήμην σου, πανηγυρίζουσι.
    Δόξα. Ο αυτός.
    Πάλαι μεν εν Δαμασκώ, είπεν ο Κύριος εν οράματι Ανανία τω ενδόξω, ζητήσαι Παύλον το σκεύος της εκλογής, επιθήναί τε εκείνω χείρας, όπως αναβλέψη και πλησθή Πνεύματος Αγίου. Νυν δε Ερχάρδω τω της Ρατισβόνης θεοφόρω ποιμένι, κατ’ όναρ ο Σωτήρ ενετείλατο, ίνα πορευθείς προς κοράσιον τυφλόν, βαπτίση αυτό και ανοιχθήσονται αυτού οι οφθαλμοί. Ότε δε συν Ιδούλφω τω μακαρίω το μυστήριον ετέλουν, Οδιλίαν την νεάνιδα εκάλεσεν, και τω αγίω χρίσματι χρίσας εκείνης τα όμματα, της τυφλώσεως ερρύσατο. Ο γαρ Χριστός χθες και σήμερον, ο αυτός και εις τους αιώνας, ο εν Αγίοις θαυμαστός, και Σωτήρ των ψυχών ημών.
    Και νυν. Προεόρτιον.
    Υπόδεξαι Βηθλεέμ την του Θεού Μητρόπολιν. Φως γαρ το άδυτον επί σε γεννήσαι ήκει. Άγγελοι θαυμάσατε εν ουρανώ, άνθρωποι δοξάσατε επί της γης. μάγοι εκ Περσίδος, το τρισσόκλεον δώρον προσκομίσατε. Ποιμένες αγραυλούντες, τον τρισάγιον ύμνον μελωδήσατε· πάσα πνοή αινεσάτω τον παντουργέτην.
     Νυν απολύεις. Τρισάγιον.
    Απολυτίκιον. Ήχος α’ . Της ερήμου πολίτης.
    Αλσατίας η δόξα Χοχενβούργης το καύχημα, οφθαλμών πασχόντων υγεία, και τυφλών η ανάβλεψις, νοσούντων και πτωχών η βοηθός, σεμνών μοναζουσών ο στολισμός, Οδιλία μακαρία υπέρ ημών, ικέτευε των βοώντων· δόξα τω σε καλέσαντι Χριστώ, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου πάσιν ιάματα.
    Δόξα. Και νυν. Θεοτοκίον.
    Του Γαβριήλ φθεγξαμένου σοι Παρθένε το Χαίρε, συν τη φωνή εσαρκούτο ο των όλων Δεσπότης, εν σοι τη αγία κιβωτώ, ως έφη ο δίκαιος Δαυΐδ. Εδείχθης πλατυτέρα των ουρανών, βαστάσασα τον Κτίστην σου. Δόξα τω ενοικήσαντι εν σοι· δόξα τω προελθόντι εκ σου· δόξα τω ελευθερώσαντι ημάς, δια του τόκου σου.
     Απόλυσις.
    ΟΡΘΡΟΣ
    Μετά την α’  στιχολογίαν, κάθισμα. Ήχος α’ . Τον τάφον Σου Σωτήρ.
    Εξέλαμψεν ημίν, Οδιλίας η μνήμη, συνδράμωμεν αυτής, τους αγώνας υμνήσαι, δι’ ώνπερ καταβέβληκεν, τον εχθρόν τον αόρατον, και τοις πένησιν, διακονούσα προθύμως, κατηξίωται, ως ελεήμων του θείου, ελέους η πάνσεμνος.
    Δόξα. Και νυν. Θεοτοκίον.
    Κυβέρνησον Αγνή, την αθλίαν ψυχήν μου, και οίκτειρον αυτήν, υπό πλήθους πταισμάτων, βυθώ ολισθαίνουσαν, απωλείας Πανάμωμε, και εν ώρα με, τη φοβερά του θανάτου, συ εξάρπασον, κατηγορούντων δαιμόνων, και πάσης κολάσεως.
    Μετά την β’  στιχολογίαν, κάθισμα. Ήχος δ’ . Ταχύ προκατάλαβε.
    Ενθέως ζηλώσασα τον ιερόν Βαπτιστήν, ναώ αυτώ ήγειρας και εμιμήσω αυτού, τον βίον τον άϋλον, όθεν νυν συν εκείνω, Οδιλία Οσία, πρέσβευε τω Κυρίω, πάσης ρύεσθαι βλάβης, τους πόθω εορτάζοντας, Μήτερ την μνήμην σου.
    Δόξα. Και νυν. Θεοτοκίον.
    Ταχύ ημάς πρόφθασον Παρθενομήτορ αγνή, εχθρών ημάς λύτρωσαι των βλασφημούντων εις Σε, και μη προσκυνούντων Σε, θραύσον τας γλωσσαλγίας, των αιρέσεων πάσας, γνώτωσαν ότι μόνη Θεομήτωρ υπάρχεις, πρεσβείαις Σου Ορθοδόξων το σύστημα σώζουσα.
    Μετά τον Πολυέλεον, κάθισμα. Ήχος πλ. Δ’ . Την Σοφίαν και Λόγον.
    Του αγίου βαπτίσματος τω λουτρώ, και του μύρου τη χρίσει του ιερού, ηνεώχθη σου όμματα, και μυστικώς ηυγάσθης, φωτί της θεώσεως, Χριστώ συσταυρωθείσα, ασκήσεως σκάμμασιν, όθεν ιατρεύεις, οφθαλμών αρρωστίας, δυνάμει του Πνεύματος, και διώκεις τους δαίμονας, Οδιλία ισάγγελε, πρέσβευε αεί εκτενώς, των πταισμάτων άφεσιν δωρήσασθαι, τοις εορτάζουσι πόθω την αγίαν μνήμην σου.
    Δόξα. Και νυν... Θεοτοκίον, όμοιον
    Την ουράνιον πύλην και κιβωτόν, το πανάγιον όρος την φωταυγή, νεφέλην υμνήσωμεν, την ουράνιον κλίμακα, τον λογικόν Παράδεισον, της Εύας την λύτρωσιν, της οικουμένης πάσης, το μέγα κειμήλιον, ότι σωτηρία, εν αυτή διεπράχθη· τω κόσμω και άφεσις των αρχαίων εγκλημάτων∙ δια τούτο βοώμεν αυτή. Πρέσβευε τω σω Υιώ και Θεώ, των πταισμάτων άφεσιν δωρήσασθαι, τοις ευσεβώς προσκυνούσι, τον πανάγιον Τόκον σου.
    Το α’  ἀντίφωνον του δ’  ἤχου.
    Προκείμενον: Υπομένων, υπέμεινα τον Κύριον και προσέσχε μοι και εισήκουσε της φωνής της δεήσεώς μου.
    Στ.: Κύριος λύει πεπεδημένους, Κύριος σοφοί τυφλούς, Κύριος ανορθοί κατεραγμένους, Κύριος αγαπά δικαίους.
    Ευαγγέλιον ζήτει τω Σαββάτω της ΙΖ  ἑβδομάδος Ματθαίου.
    Ο Ν  ψαλμός.
    Δόξα: Ταις της Σης Οσίας...
    Και νυν: Ταις της Θεοτόκου...
    Ιδιόμελον. Ήχος β . Στ.: Ελεήμον, ελέησόν με ο Θεός...
    Της Αλσατίας το θείον κλέος, Οδιλία θαυματουργέ, κατά το όνομά σου, ούτω και η πολιτεία σου, όντως γαρ πλουσία φερωνύμως ανεδείχθης, χερσί των πενήτων τον σον πλούτον διανείμασα, και πλούτον αρετών μη φθειρόμενον, εν ουρανοίς θησαυρίσασα, όθεν λαμπαδηφόρος, εν τω νυμφώνι του Λόγου, λαμπρώς κατεσκήνωσας, και του αδύτου φωτισμού μετέσχες, αδιαλείπτως πρεσβεύουσα, ελεηθήναι τας ψυχάς ημών.
     Είτα οι Κανόνες· της Θεοτόκου μετά των Ειρμών εις στ · και της Οσίας ο παρών, εις η , ου η ακροστιχίς, εν τη Ζ , Η , και Θ  ωδή: Ωδή Παναγιώτου.
    Ωδή α’ . Ήχος πλ. Δ’ . Υγράν διοδεύσας.
    Τα όμματα φώτισον της εμής, ψυχής Οδιλία ανυμνούντι χαρμονικώς, την σην μακαρίαν πολιτείαν, και του νοός μου την ζόφωσιν δίωξον.
    Την στείρωσιν λύσας της σης μητρός, καρπόν σε παρέχει ευκλεέστατον καν τυφλήν, ο σε εκλεξάμενος Οσία, νύμφην εκείνω ωραίαν και πάγκαλον.
    Οργίλος υπάρχων ο σος πατήρ, τυφλήν σε ως είδεν ουκ ηγάπησεν μηδαμώς, και κτείναί σε οίμοι ηβουλήθη, ου της κακίας η μήτηρ σου έσωσεν.
    Θεοτοκίον.
    Νυμφών φωτοφόρος της υπέρ νουν, σαρκώσεως ώφθης του των όλων Δημιουργού, εκ Σου γαρ την σάρκα Θεομήτορ, την ημετέραν Αυτός ημφιάσατο.
    Ωδή γ’ . Ουρανίας αψίδος.
    Τη τροφώ σε εκδούσα της πατρικής μήνιδος, η ση Οδιλία λυτρούται, μήτηρ η ένθεος, και εις Βαλσάμου Μονήν, εξ απαλών σου ονύχων, ώκησας αοίδιμε, θείω βουλήματι.
    Επί δώδεκα έτη την του φωτός στέρησιν, εν μακροθυμία Οσία, φέρουσα πέφυκας, του πολυάθλου Ιώβ, της θαυμαστής καρτερίας, αληθώς συμμέτοχος, αξιοθαύμαστε.
    Ρατισβόνης ποιμένι επιφανείς Άγγελος, σε προς το βαπτίσαι εκπέμπει, ότε δε μύρω σε, τω θείω έχρισεν, οι οφθαλμοί παραχρήμα, Οδιλία πάνσεμνε, σου ηνεώχθησαν.
    Θεοτοκίον.
    Επί Σοι Παναγία, ο του παντός αίτιος, δι’ υπερβολήν ευσπλαγχνίας, θέλων εσκήνωσε, και καθηγίασε, την των ανθρώπων ουσίαν, παραβάσει πρότερον, εξολισθήσασαν.
    Κάθισμα. Ήχος γ’ . Θείας πίστεως.
    Χαίρει έχουσα, η Αλσατία, σε βοήθειαν, και προστασίαν, Οδιλία Οσία πανεύφημε, και τω τιμίω σου τάφω προστρέχουσα, των ιαμάτων λαμβάνει τας χάριτας, όθεν πρέσβευε, Κυρίω τω σε δοξάσαντι, λυτρώσασθαι εκείνην των αιρέσεων.
    Δόξα. Και νυν. Θεοτοκίον.
    Θρόνος πάγχρυσος, του Βασιλέως, και Παράδεισος, διηνθισμένος, ανεδείχθης Θεοτόκε Πανάχραντε· τον γαρ Θεόν εν γαστρί σου βαστάσασα, ευωδιάζεις ημάς θείαις χάρισιν· όθεν άπαντες, Θεού αληθώς Μητέρα σε, κηρύττομεν αεί και μεγαλύνομεν.
    Ωδή δ’ . Εισακήκοα Κύριε.
    Κοσμικήν ματαιότητα, οία ψυχοφθόρον σοφώς μισήσασα, τω Χριστώ κατηκολούθησας, και εκείνου νύμφη εχρημάτισας.
    Τον ωραίον ποθήσασα, κάλλει παρά πάντας βροτούς υπάρχοντα, Ιησούν γηΐνους μνήστορας, Οδιλία πάνσοφε απέρριψας.
    Του πατρός σου μετέβαλες, την σκληροκαρδίαν εις ηπιότητα, Οδιλία καλλιπάρθενε, ταις προς τον Θεόν θερμαίς πρεσβείαις σου.
    Θεοτοκίον.
    Μετά τόκον διέμεινας, άφθορος Παρθένε ως προ γεννήσεως, νέον βρέφος γαρ εκύησας, τον προ των αιώνων γνωριζόμενον.
    Ωδή ε’ . Φώτισον ημάς.
    Ρήγνυσι Χριστός, πέτραν ίνα αποκρύψη σε, ότε έλιπες τον οίκόν σου ανδρί, του πατρός σου του συζεύξαί σε θελήσαντος.
    Βλέπων εκ Θεού, την σην κλήσιν αξιάγαστε, ο πατήρ σου Χοχενβούργης εις Μονήν, Οδιλία μετεποίησεν την έπαλξιν.
    Ήθροισας χορόν, ιερών παρθένων μέγιστον, και εκείνων ηγουμένη την οδόν, την στενήν και τεθλιμμένην Μήτερ ώδευσας.
    Θεοτοκίον.
    Μόνην γενεών, εκ πασών Σε εξελέξατο, αναπλάττει δε ημάς ο Πλαστουργός, εν τη μήτρα Σου οικήσας απειρόγαμε.
    Ωδή στ’ . Την δέησιν.
    Ναόν μεν, τη Θεοτόκω Παρθένω, και τω όπλω του Σταυρού τω τιμίω, ο σος πατήρ ανεγείρει θεόφρον, συ δ’ εν εκείνοις σχολάζουσα δάκρυσι, την γην κατέβρεχες τοις σοις, και ωδάς τω Κυρίω προσέφερες.
    Προστάτην τον, του Κυρίου Πρόδρομον, Ιωάννην κεκτημένη τον μέγαν, ήγειρας τούτω ναόν όνπερ Πέτρος, επιφανείς του Χριστού ο Απόστολος, συν στρατιαίς αγγελικαίς, μυστικώς Οδιλία ηυλόγησεν.
    Ηγάπησας, τον Θεόν ολοψύχως, και τον σον πλησίον Μήτερ ομοίως, και των πτωχών ταις χερσί τον σον πλούτον, μετά χαράς Οδιλία εσκόρπισας, διακονήσασα καλώς, των νοσούντων ταις χρείαις πανόλβιε.
    Θεοτοκίον.
    Μαρία το, του Δεσπότου σκήνωμα, το λαμπραίς της παρθενίας ακτίσι, φωτοειδώς ώσπερ κρίνον εκλάμψαν, της ακανθώδους εν μέσω συγχύσεως, Σου δέομαι της αγαθής, των πταισμάτων παράσχου μοι άφεσιν.
    Κοντάκιον. Ήχος γ’ . Η Παρθένος σήμερον.
    Της ψυχής τα όμματα, πεπηρωμένος Οσία, και αλγών του σώματος, τους οφθαλμούς Οδιλία, πίστει σου, τη ζωηρρύτω πηγή προστρέχω, ίασιν, λαβείν κατ’ άμφω Μήτερ ελπίζων, συ γαρ χάριν ιαμάτων, ο Φωτοδότης, Χριστός εδωρήσατο.
    Ο Οίκος.
    Ίνα τα έργα του Θεού, εν σοι φανερωθή, τυφλή προήλθες εκ γαστρός, μητρός σου Οδιλία. Τω δε Ερχάρδω τω κλεινώ, ποιμένι Ρατισβόνης, τα περί σου μεμύνηται κατ’ όναρ ουρανόθεν, ένθεν συν Ιδούλφω τω Τρεβήρων ανευρών σε, και εξ ύδατος και πνεύματος αναγεννήσας, μύρω τους σους οφθαλμούς έχρισε, και παραδόξως ανέβλεψας. Διο και τω σε σώσαντι και καλέσαντι κλήσει αγία, προθύμως ηκολούθησας, τον πλούτον και την δόξαν ως σκύβαλα λογισαμένη. Και Μονήν ιεράν συγκροτήσασα, ως η εν Ιόππη Δορκάς, πλήρης αγαθών έργων και ελεημοσυνών ανεδείχθης, όθεν σοι το στέφος της αφθαρσίας, και την χάριν των ιαμάτων, ο Φωτοδότης, Χριστός εδωρήσατο.
    Συναξάριον
    Τη ΙΓ’  του αυτού μηνός, Μνήμη της Οσίας Οδιλίας της εν Αλσατία, της ηγουμένης της Χοχενβούργης, της θαυματουργού.
     Η πρώην τυφλή ομμάτων τας οδύνας, Τη θεία ροπή ιάται Οδιλία.
    Τη αυτή ημέρα, Μνήμη των Αγίων Μαρτύρων, Ευγενίου, Ευστρατίου, Αυξεντίου, Μαρδαρίου και Ορέστου.
     Τον Ευστράτιον και συνάθλους δις δύω, Άπαξ δύω κτείνουσι πυρ τε και ξίφος.
    Ούτοι υπήρχον επί Διοκλητιανού και Μαξιμιανού, των δυσσεβών βασιλέων, και Λυσίου δουκός, της Λιμιτανέων τάξεως κρατούντος, και Αγρικολάου πάσαν την της ανατολής επαρχίαν διοικούντος, άνωθεν μεν εκ προγόνων σεβόμενοι τον Χριστόν, υποκρύπτοντες εαυτούς, φόβω των τυράννων και διωκτών. Τούτων, ο μεν Άγιος Ευστράτιος, εκ της Αραβρακηνών ωρμώμενος πόλεως, Σκρινιάριος (χαρτοφύλαξ) υπάρχων της δουκικής τάξεως, και εν αυτή πρωτεύων. Επιθυμών δε παρρησιάσαθαι την ευσέβειαν, και το της εκβάσεως άδηλον δεδοικώς, την ζώνην αυτού δια τινος των υπηρετούντων αποτεθήναι προσέταξεν, εν τη κατά Αράβρακα Εκκλησία, τούτο θεις εν εαυτώ, και απόπειραν του σκοπού ποιούμενος, ως ει ο πρεσβύτερος Αυξέντιος εισελθών λάβοι αυτήν, κατ’ ευδοκίαν αυτώ γενέσθαι την εις Χριστόν ευλογίαν και παρρησίαν, μηδέν των προσδοκωμένων υποπτήξαντα παραστήναι. Ειδέ έτερός τις της Εκκλησίας την ζώνην κομίσαιτο, έτι την εις Χριστόν πίστιν περιφέρειν εν τω κρυπτώ, και μηδαμώς εις εμφάνεν ελθείν.
    Κατά νουν δε αυτώ τα της πείρας εκβάντα θεασάμενος, και του πρεσβυτέρου Αυξεντίου την ζώνην ανελομένου, υπειληφώς, ότι καλώς αυτώ η δια Χριστόν μαρτυρία, εμφανής τω Λυσία κατέστη, και παρρησιάζεται την ευσέβειαν. Εν γαρ τω τους Αγίους προαθλήσαντας παριστάν, και αυτός τω Λυσία παρέστη και γαρ ην της τοιαύτης τάξεως πρώτος. Διο και τον εαυτόν αναγορεύει Χριστιανόν. Όθεν παρά του τυράννου αφαιρείται την ζώνην, και κατά πρόσταξιν αυτού γυμνούται, και διαταθείς επί γης μαστίζεται. Εν σχοινίοις δεθείς, εις ύψος μετεωρίζεται, και τω αναφθέντι αυτώ πυρί κάτωθεν καταφλέγεται. Μετά τούτο, άλατι και όξει συμφυραθέντι, τοις καταφλεχθείσιν επιχέεται μέλεσι, και οστράκοις τας πλευράς κατατρίβεται. Και παραδόξως θαυματουργήσας· κατέστη γαρ όλος υγιής), τον Άγιον Ευγένιον εκκαλείται προς την εις Χριστόν πίστιν, και παρρησία και αυτός ομολογεί, σύμφωνα είναι λέγων τω Αγίω Ευστρατίω, και το αυτό σέβας τω του εκείνου τιμωμένω προσάγει Θεώ.
    Τότε, κρηπίσι σιδηραίς ηλωθείς ο Άγιος Ευστράτιος, από της Σεβαστιανών πόλεως, μέχρι Νικοπόλεως, συνάμα τω Ευγενίω. Και εν τω μεταξύ διαστήματι, ο Άγιος Μαρδάριος ελαυνόμενον ιδών τον Άγιον Ευστράτιον, και εν τοιούτω σχήματι τον περίβλεπτον εννοήσας, εμακάρισέ τε αυτόν της καρτερίας, ότι δια την εις Χριστόν πίστιν εις οίαν ανθ’ οίας ήλθε κατάστασιν, εκ περιφανούς και γένους λαμπρού των κακούργων πάσχειν ελόμενος. Και σύμβουλον εις τούτο λαβών την γυναίκα, ταύτην και τα εξ αυτής τέκνα τω Θεώ παραθείς, κατά την οδόν ελαυνόμενον τον Άγιον Ευστράτιον έφθασε, και συνεδέθη αυτώ.
    Εις εξέτασιν δε του Λυσίου καθίσαντος, ο Άγιος Αυξέντιος πρώτος απετμήθη την κεφαλήν, εαυτόν ονομάσας χριστιανόν. Ο Άγιος Μαρδάριος, τρυπηθείς τους αστραγάλους, κατά κεφαλής εκρεμάσθη, και οβελίσκοις οξέσι πεπυρωμένοις τα μετάφρενα καταφλέχθη, και τω Θεώ το Πνεύμα παρέθετο. Ο δε Άγιος Ευγένιος την γλώσσαν τέμνεται, και τα σκέλη ροπάλοις συνθλάται, και εν αυτοίς τοις δεινοίς αφίησι την ψυχήν.
    Επεί δε ο Άγιος Ορέστης, εν τω μέλλειν κατά του σκοπού τας χείρας κινείν, δήλος εγένετο, ως την των χριστιανών πίστεως και αυτός ων, (ο γαρ Σταυρός, ον ως φυλακτήριον εν τω στήθει περιέφερεν, εν τω ακοντίσαι, συστραφέντος αυτού, έξωθεν εφάνη) ερωτηθείς και αυτός, Χριστού δούλον εαυτόν ωνόμασε, και τω Αγίω συνεδέθη Ευστρατίω, και παρεπέμφθησαν αμφότεροι παρά του Λυσίου, ου μόνον δια την εν λόγοις Ευστρατίου σοφίαν και δύναμιν, στηλιτεύσαντος αυτόν κατά της θρησκείας αυτού και μυκτηρίσαντος, αλλ’ ίνα μη και αύθις θαυματουργήσας, πολλούς προς την εις Χριστόν επισπάσηται πίστιν.
    Παραστάς ουν τω Αγρικολάω ο Άγιος Ευστράτιος, και πάσαν της ελληνικής πλάνης την απάτην εκ των παρ’ αυτοίς λεγομένων στηλιτεύσας, και τον τόμον της διατάξεως αυτού εγχειρίσας τω Αγίω Βλασίω τω επισκόπω εν τη ειρκτή (ος και των αχράντων αυτώ μυστηρίων μετέδωκε), του Αγίου Ορέστου, εν σιδηρώ κραββάτω εκπυρωθέντι, πρότερον τεθέντος και εν αυτώ το τέλος λαβόντος, ύστερον αυτός, αναφθείσης καμίνου, εμβληθείς εν αυτή τον του μαρτυρίου στέφανον εκομίσατο. Η σύναξις αυτών τελείται εν τω αγίω αποστολείω του Αγίου Ιωάννου του Θεολόγου, πλησίον της Μεγάλης Εκκλησίας.
     Τη αυτή ημέρα, Μνήμη της Αγίας Μάρτυρος Λουκίας της Παρθένου. Ως Παρθένος μεν, εν στέφος η Λουκία. Ως δ’ εκ ξίφους και Μάρτυς, άλλο λαμβάνει.
    Αύτη ην εκ της Συρακουσών πόλεως, της κατά την Σικελίαν, μεμνηστευμένη ανδρί. Δια την ενσκήψασαν νόσον τη ταύτης μητρί, άμα αυτή επί Κατάνην παρεγένετο, δεηθησομένη της Αγίας Μάρτυρος Αγάθης, απαλλάξαι της αιμορροίας την μητέρα αυτής. Παραγενομένη δε, όναρ είδε την Αγίαν Αγάθην, την τε ίασιν παρεχομένην τη μητρί αυτής, και προθεσπίζουσαν αυτή περί του κατά Χριστόν μαρτυρίου. Ως δε η μήτηρ αυτής γέγονεν υγιής, των υπαρχόντων αυτής διανομήν προς τους πένητας ποιήσασα, εύθυμος ην προς την του Χριστού ομολογίαν. Παρά δε του μνηστήρος διαβληθείσα, παρέστη τω άρχοντι Πασχαίω, κατ  ἄλλους Πασχασίω, ος εκέλευσεν αυτήν εν πορνείω απενεχθείσαν υβρισθήναι. Διέμεινε δε, τη του Χριστού χάριτι εν αγνεία, καίτοι πολλών μεν συνελθόντων, μη δυνηθέντων δε μετακινήσαι αυτήν εκ του τόπου ένθα εστήρικτο. Απαγορεύσαντες δε την ταύτης μετάθεσιν και μηδέ τη πυρά, ην ανήψαν ένθα η αγία ίστατο αυτήν καταφλέξαντες, δια το υπό Θεού ταύτην φυλάττεσθαι, ξίφει την αυτής απέτεμον κεφαλήν, έτει 304 μ. Χ.
     Τη αυτή ημέρα, Μνήμη του Οσίου Πατρός ημών Αρσενίου του εν τω Λατρω. Τον Αρσένιον εκμιμούμενος Πάτερ,  και Αρσενίω συγχορεύεις εν Πόλω.
    Ούτος, εκ Βυζαντίδος υπήρχε της Πόλεως, γονέων ευσεβών και πιστών, ευπόρων δε και τα πρώτα φερόντων υπάρχων υιός. Ούτω γουν γένους καταγομένου του μακαρίου, περιφανεστάτου και λαμπρού, και την ευσέβειαν επί μάλλον αυξάνοντος, προσεβραβεύθη αυτώ και έτερόν τι παρά του τότε κρατούντος αξίωμα, μέγας Στρατηγός, και Πατρίκιος του των Κιβυρραιωτών χρηματίσας θέματος. Καιρώ δε τινι, στόλος διαπόντιος κελεύσει κινείται βασιλική, ου την προστασίαν αυτός εγχειρίζεται. Βρασμού δε γενομένου εξ εσχάτων της θαλάσσης των πυθμένων, άπαντα τα πλοία κατεποντίσθησαν, αυτού μόνο εν χέρσω διασωθέντος. Αδείας δε εντεύθεν τυχών, ης ηφίετο εκ πολλού τον μονότροπον είλετο σχήμα, υποπιάζων το σώμα, και δούλον ποιών της ψυχής, ο δ’ υπωπιασμός, νηστεία, αγρυπνία, χαμευνία, και η άλλη κακουχία του σώματος ην. Προς δε τούτοις και σιδήρων βάρει εστενοχώρει την σάρκα, ο και σιδήρου και αδάμαντος δυνατώτερος και στερρότερος. Τα δε γε των δακρύων πελάγη, τας παννύχους στάσεις, και τας των πονηρών πνευμάτων εφόδους, και τας εν ψύχει και γυμνότητι καρτερίας αυτού, ουδείς, ως ουδέ ψάμμον απαριθμήσειεν.
     Ούτως καλώς ενάγων ο μακάριος, εις τόπον αντίκρυ του καλουμένου· Ιερού, υπό του Πνεύματος πέμπεται. Εκείσε δε καλώς ο γενναίος σπείρας εν δάκρυσι, και τον τόπον εκείνον εναποφήνας κλαυθμώνος, εν αγαλλιάσει θερίζειν άρχεται. Εσθής δε αυτώ τριχίνη, άπαν κατατρυχούσα το από των σιδήρων ελλείπον μέρος του σώματος. Ετρέφετο δε αγρίαις βοτάναις, ατροφίαν ως αν τις είπη μάλλον, ουχί τροφήν. Και ταύταις ουκ εις κόρον, αλλ’ όσον μόνον εναπογεύεσθαι. Την δίψαν δε αυτώ ύδωρ ότι λίαν βραχύ, δια δύο η τριών ημερών, εθεράπευεν. Είτα, το Λάτρον καταλαβών το θαυμάσιον, θαυμαστώς εκείσε διέτριβεν ο πανθαύμαστος, και την εν τω σπηλαίω εμφωλεύουσαν ασπίδα, και τα ύδατα λυμαινομένην, ευχή μόνη και τύπω Σταυρού, νεκράν παραχρήμα ειργάσατο.
     Καταλαβών δε την Ιεράν των Κελλιβάρων Μονήν, εκ θείας κελεύσεως, και μικρόν εις αυτήν προστατεύσας, πολλοίς εις αρετήν αλείπτης εγένετο. Είτα πάλιν της Λαύρας απαναστάς, προς την ποθουμένην ησυχίαν ανέδραμεν, υστερούμενος, θλιβόμενος, κακουχούμενος. Εις τινα δε τρώγλην, εν η συχναί θηρίων διατριβαί και μοναί ετύγχανον, φέρων εκδίδωσιν εαυτόν. Και τοις θηρίοις συνδιαιτώμενος, ατρέμας έμενεν ως άλλος αναφανείς Δανιήλ εν τω λάκκω των λεόντων ποτέ. Ποιήσας δε εκ ποδών τα θηρία, την τούτων τρώγλην φροντιστήριον ψυχών κατεσκεύασε.
    Φοιτά πάλιν εις την Λαύραν ο μέγας, τη παρακλήσει των αδελφών, ου μεν τοι κοινώς, μόνος δε τω μόνω λατρεύων Θεώ, εν τινι στενωτάτω κελλίω εαυτόν κατακλείσας, εν όλαις δε ταις της εβδομάδος ημέραις, μήτε φθεγγόμενος, μήτε βρώσιν δεχόμενος, πλην μόνης της Κυριακής των ημερών, εν ταύτη γαρ είθιστο τω μεγάλω και τα αμφότερα δραν. Αλλά και πικρά ύδατα, τη ράβδω αναταράξας, εις ηδύτητα ταύτα μετέβαλε. Τοσούτον δε απαθεία συνέζη, ως μη σωματικής δείσθαι τροφής, ετρέφετο γαρ υπό του των Αγγέλων άρτου, και της μενούσης τροφής. Ταύτα ποιών και πραγματευόμενος φρονίμως τε και ανδρείως, σωφρόνως τε και δικαίως πολιτευόμενος, επεί προς την άνω μετεκαλείτο ζωήν, τους πέριξ μονάζοντας μετακαλεσάμενος, και τούτους περί αποταγής κόσμου και των εν κόσμω, έτι δε και περί υπομονής και φιλαδελφίας πνευματικής, και περί ταπεινώσεως και προσευχής εκδιδάξας τρανώς, εις γην υποκλίνας το γόνυ, και δακρύων πλήσας τους οφθαλμούς, την αγίαν αυτού ψυχήν εις τας αχράντους χείρας εναπέθετο του Θεού, πολλά μετά θάνατον θαύματα εργασάμενος.
     Τον γαρ την σορόν αυτού κατορύττειν επιχειρούντα μαινόμενον άνδρα, και δια τούτο την των μελών εικότως δεξάμενον πάρεσιν, εις συναίσθησιν ελθόντα, και εν αυτώ τω του Αγίου τύμβω μετανοήσαντα, υγιά καθίστησι, λιτανεία των αδελφών. Μοναχός δε τις υδέρω δεινώ κατεχόμενος εν τω τοιούτω προσδραμών τάφω, άμα τη ευχή, και την ρώσιν απέλαβεν, ευχαριστών άμα και δοξάζων τον τους Αγίους Αυτού δοξάζοντα Χριστόν, τον μόνον αληθινόν και Σωτήρα των ημετέρων ψυχών.
     Τη αυτή ημέρα, ο Όσιος Άρης, ο εν τω Γεροντικώ, εν ειρήνη τελειούται. Άρης ο θείος ουκ Άρης ην οργίλος, Πράος δε μάλλον, και πατεί γην πραέων.
    Περί τούτου του Οσίου Άρεως γράφει ο Eυεργετινός: Ότι παρόντος και του Αββά Αβραάμ, ήλθεν ένας αδελφός, και ερώτησεν αυτόν· Eίπέ μοι τι να κάμω να σωθώ; Ο δε Όσιος Άρης είπεν αυτώ· Ύπαγε και πέρασαι τον χρόνον τούτον τρώγοντας κάθε βράδυ ψωμί, και άλας. Και έπειτα ελθέ πάλιν και λαλώ σοι. Αφ’ ου δε επέρασεν ο χρόνος, πάλιν επήγεν ο αδελφός εις τον γέροντα. Έτυχε δε πάλιν να ευρεθή παρών ο ρηθείς Αββάς Αβραάμ. Και είπεν ο γέρων εις τον αδελφόν· Πήγαινε και πέρασαι τον χρόνον τούτον τρώγοντας εις δύω ημέρας μίαν φοράν». Τότε λέγει ο Αβραάμ εις τον Αββάν Άρην· Διατί εις μεν τους άλλους αδελφούς, ελαφρόν ζυγόν επιθέττεις, εις τούτον δε, βαρύ φορτίον επιφορτίζεις; Απεκρίθη ο γέρων· Oι αδελφοί, καθώς έρχονται ζητούντες, έτσι λαλώ εις αυτούς. Oύτος δε είναι εργάτης. Και ει τι αν ειπώ εις αύτόν, το κάμνει μετά σπουδής. Δια τούτο κατά την δύναμίν του, έτσι και λαλώ εις αυτόν. Εκ της παραινέσεως δε ταύτης δείκνυται, πόσον διακριτικός ήτον ο Όσιος ούτος Άρης.
     Τη αυτή ημέρα, Μνήμη του Αγίου Νέου Ιερομάρτυρος Γαβριήλ, Αρχιεπισκόπου Σερβίας, του εν Προύσση μαρτυρήσαντος κατά το έτος 1659. Υψού κρεμασθείς τον κρεμασθέντα ξύλω, Μιμή Γαβριήλ και στέφη διπλώ στέφει.
    Ούτος, διαβληθείς υπό του αντιζήλου του θρόνου αυτού, άγεται ενώπιον του Βεζίρη, του ευρισκομένου εν Προύσση. Ούτος, αν και κατανοήσας τας συκοφαντίας, ηξίωσε από τον Γαβριήλ, όπως αρνηθή τον Χριστόν, και ασπαστή την μουσουλμανική πίστιν. Ο Γαβριήλ, ηρνήθη και αφού εβασανίσθη σκληρώς, έλαβε τον δια του απαγχνονισμού θάνατον, εν έτει 1659 μ. Χ.
     Τη αυτή ημέρα, Μνήμη των  Οσίων Νεοφύτου, Ιγνατίου, Προκοπίου και Νείλου, κτητόρων της Ιεράς Μονής Μαχαιρά  της Κύπρου.

    Τη αυτή ημέρα, Μνήμη του Αγίου Νεομάρτυρος Πέτρου του εν Αλάσκα, του Αγίου Ιουβεναλίου Αλάσκας και πάντων των Αγίων της Αλάσκας.
     Τη αυτή ημέρα, Μνήμη του Οσίου Μαρδαρίου του εγκλείστου εν τη Λαύρα των Σπηλαίων του Κιέβου.
     Τη αυτή ημέρα, Μνήμη της επανόδου των αγίων λειψάνων του Οσίου Λουκά του εν τω Στειρίω, άτινα κατά ταύτην την ημέραν, εν έτει 1986, ο της Θηβών και Λεβαδείας αγίας Εκκλησίας ποιμήν και πρόεδρος κ. Ιερώνυμος, εκ Βενετίας μετήνεγκε, και τη οικεία Μονή αύθις εναπεκόμισε. Χαράς πολλής έμπλησας ημάς ω Πάτερ, Τη των σεπτών σου λειψάνων επανόδω.
    Ούτος, ην ακμάζων περί τα μέσα του Ι  αιώνος. Τα κατ’ αυτόν διείληπται εν πλάτει τη Ζ’  του Φεβρουαρίου μηνός, ήδη δε μνείαν άγομεν, της εκ της δύσεως επανόδου των ιερών αυτού λειψάνων, έχουσαν ούτω:
    Μετά την οσίαν αυτού κοίμησιν, τα ιερά τούτου λείψανα εκκομισθέντα του τάφου, εθησαυρίσθησαν εν τω μεγάλω ναώ της οικείας Μονής, εν τω ευωνύμω μέρει, εγγύς του ιερού Βήματος, βρύοντα ιάσεις, και θαυμάτων δυνάμεις ενεργούντα τοις ευλαβώς προσερχομένοις, και την του Οσίου αντίληψιν αιτούσιν. Ώδε τα ιερά λείψανα έμειναν άχρι του 1460 έτους. Παρεληλυθότων επτά ενιαυτών μετά την άλωσιν της Βασιλίδος των πόλεων υπό των Τούρκων, ούτοι κατέλαβον και την Βοιωτίαν. Τότε, οι της Μονής αδελφοί συν τοις πέριξ οικούσι, λαβόντες τα ιερά λείψανα, κατέφυγον τη Λευκάδι, δοκούντες εκπεφευγέναι τον κίνδυνον. Εν Λευκάδι γέγονε σύγχυσις μετά Οσίου Λουκά, και Ευαγγελιστού και Αποστόλου Λουκά, και πλείστοις επιστεύθη, ότι ην τα του Αποστόλου. Εν έτει 1463, κρατείται η Λευκάς, υπό των Τούρκων, οι δε της Βοσνίας άρχοντες, προνοούμενοι των θείων λειψάνων του Ευαγγελιστού Λουκά ως εδόκουν εξηγόρασαν αυτά παρά των Τούρκων, δόντες το ποσόν τριών χιλιάδων δουκάτων, άτινα και μετήγαγον τη της Βοσνίας πόλει Λάτσια. Αλλά κατά Ιούλιον του 1463 έτους, οι Αγαρηνοί Τούρκοι υπήγαγον τω εαυτώ κράτει και την Βοσνίαν, και τότε μοναχοί, Φραγκισκανοί την κλήσιν, διήγαγον τα ιερά λείψανα δια Ραγούσης (ήδη Ντουμπρόβνικ Γιουγκοσλαβίας), τη Βενετία. Ο της Βενετίας ηγεμών (δόγης), ου η κλήσις Χριστοφόρος Μόρος, δέδωκεν αυτοίς τον ναόν συν τη εκείσε Μονή του Αγίου Ιώβ, ην επισκευάσαντες κατώκησαν εν αυτή. Γινομένων των επισκευών, τα ιερά λείψανα εναπετέθησαν εν τω ναώ του Αγίου Νικολάου, τω όντι εν τη νήσω Λίντο της Βενετίας, και εκείθεν μετηνέχθησαν τη ανακαινισθείση Μονή του Αγίου Ιώβ.
     Οι ουν Βενεδικτίνοι μοναχοί, οι τα του Ευαγγελιστού Λουκά κατείχον ιερά λείψανα εν τω ναώ της Αγίας Ιουστίνης εν Παδούη (Πατάβιον), διεμαρτύροντο δια τα νέα λείψανα του Ευαγγελιστού Λουκά, και γενομένης Συνόδου Καρδιναλίων τη ΙΣΤ  μηνὸς Δεκεμβρίου του 1464, αποδέδεικται περιτράνως, ότι ουκ εισί ταύτα τα του Ευαγγελιστού Λουκά λείψανα. Περί τούτων συνεμαρτύρησε σαφώς και ο της Λευκωσίας Κύπρου επίσκοπος Ησαΐας, αποδείξας ότι αυτά τυγχάνουν του Οσίου Λουκά του Στειριώτου όντως τα ιερά λείψανα, και εξ αυτής εναπετέθησαν φυλασσόμενα εν δευτερευούση θέσει εν τω Βεστιαρίω του ναού επί 523.
    Ούτως είχον τα πράγματα, εν δε τω Μοναστηρίω του Οσίου εσώζετο παράδοσις ότι τα ιερά αυτού λείψανα εύρηνται εν τη δύσει, ένθα πολλάκις σταλέντες και ερευνήσαντες, ουδέν ανεκάλυψαν, ο δε Κύριος εφανέρωσεν αυτά τοιουτοτρόπως.  Ο της του Οσίου Μονής αδελφός Χριστοφόρος (κατά κόσμον Γεώργιος Ρακιτζάκης, καθηγητής και της Αθωνιάδος Σχολής), φιλία συνδεόμενος μετά του εξ Ιταλίας ορμωμένου Ερρίκου Μορίνι, περί την ιστορίαν της επιστήμης ασχολουμένου, προ δύο ενιαυτών, εμάνθανε παρ’ αυτού, ότι ερευνών τους των Αγίους βίους εν Βενετία, έσχε πληροφορίας περί του Οσίου Λουκά, ούτινος τα ιερά λείψανα εσώζοντο εν τω Αγίω Ιώβ της Βενετίας. Μετά την ταύτην είδησιν, ήρξαντο αι συζητήσεις μετά των αρμοδίων εκκλησιαστικών και πολιτικών αρχών, και αντιπροσωπεία αποτελουμένη εκ των Σεβασμιωτάτων Μητροπολιτών Θηβών και Λεβαδείας κ. Ιερωνύμου και του προ αυτού κ. Νικοδήμου, του Ηγουμένου της Μονής Αρχιμανδίτου Νικοδήμου και του αδελφού της αυτής Μονής Αρχιμανδίτου Γεωργίου, μετακόμισε τα ιερά λείψανα τη ΙΓ  μηνὸς Δεκεμβρίου, εν έτει 1986. Η υποδοχή υπήρξεν ιεροπρεπής, μεγαλοπρεπής και συγκινητική.
    Ταις αυτών αγίαις πρεσβείαις, ο Θεός ελέησον και σώσον ημάς. Αμήν.
    Ωδή δ’ . Παίδες Εβραίων.
    Ως ελεήμων Οδιλία κατηξίωσαι μακαρισμούς θεόθεν, των γαρ ξένων τροφός, και καταπονουμένων, παρηγορία πέφυκας, και παράκλησις πενθούντων.
    Δέρμα της άρκου ως στρωμνήν σου Μήτερ έχουσα εσταύρωσας την σάρκα, εν νηστείαις πολλαίς, και αγρυπνίαις πάθη, νεκρούσα τα ολέθρια, Οδιλία γενναιόφρον.
    Ην Νικολάω των Μυρέων καθιέρωσας Κάτω Μονήν Οσία, θλιβομένων ψυχών, ανέδειξας λιμένα, και ευποιΐας γέγονας, στήλη έμπνους Οδιλία.
    Θεοτοκίον.
    Πάναγνε Δέσποινα Παρθένε των πταισμάτων μου τους μώλωπας ελαίω, συμπαθείας της Σης, θεράπευσον βοώντος· Ευλογημένος Άχραντε, ο καρπός της Σης κοιλίας.
    Ωδή η’ . Τον Βασιλέα.
    Αγκαλισθείσα, συ τον λεπρόν Οδιλία, και υπομονήν η θεραπείαν, τούτω ευξαμένη εκείνον καθαρίζεις.
    Νύξασα βράχον, ράβδω τη ση Οδιλία, έδειξας πηγήν αυτόν υδάτων, ων οι μετασχόντες πολλών λυτρούνται νόσων.
    Άγγελος ήλθε, απ’ ουρανού σοι κομίζων, του Χριστού το Σώμα και το Αίμα, εν της σης εξόδου τη ώρα Οδιλία.
    Θεοτοκίον.
    Γαλήνην δίδου, τη παναθλία ψυχή μου, Κεχαριτωμένη Θεοτόκε, και προς σωτηρίας λιμένα ίθυνόν με.
    Ωδή θ’ . Κυρίως Θεοτόκον.
    Ιδείν κατηξιώθης, προ της τελευτής σου, της ουρανίου χαράς την λαμπρότητα, Χριστώ ασκήσει συντόνω ευαρεστήσασα.
    Ως θήκη αρωμάτων, λάρναξ η τιμία, του σεβασμίου λειψάνου σου πέφυκε, ο θαυμαστή ευωδία Θεός ετίμησεν.
    Τους πόνους των ομμάτων, παύεις Οδιλία, παρά Κυρίου Οσία εξαίρετον, προς τούτο δύναμιν σχούσα του σε δοξάσαντος.
    Οσία Οδιλία, Αλσατίας δόξα, αντιλαβού μου του σε ανυμνήσαντος, και μετανοίας τω φέγγει τον νουν μου φώτισον.
    Θεοτοκίον.
    Υπέραγνε Μαρία, Μήτερ του Υψίστου, την ρυπωθείσαν καρδίαν μου κάθαρον, και πειρασμών πολυπλόκων ρύσαί με δέομαι.
    Εξαποστειλάριον. Ήχος γ’. Εν Πνεύματι τω ιερώ.
    Τους νοερούς μου οφθαλμούς, Οδιλία Οσία, εσκότισμαι ο άθλιος, αμαρτίαις δουλεύσας, διο πιστώς καταφεύγω, πρεσβειών τη σκέπη σου, κραυγάζων· δος μοι υγείαν, των ομμάτων της ψυχής, και του σώματος σεμνή, ίνα σε πόθω γεραίρω.
    Θεοτοκίον.
    Ελπίς του κόσμου αγαθή, Θεοτόκε Παρθένε, την Σην άμαχον Δέσποινα, προστασίαν αιτούμεν, οι θλίψεσι συσχεθέντες, και κλυδωνιζόμενοι, του βίου ταις τρικυμίαις, στήσον αύρας των παθών, και λιμένα εις Θεού, εμβίβασον θελημάτων.
    Αίνοι. Ήχος α’ . Των Ουρανίων ταγμάτων.
    Της Οδιλίας την μνήμην δεύτε τιμήσωμεν, εν ύμνοις χαρμοσύνοις, Ορθοδόξων οι δήμοι, αύτη γαρ οσίως και ευσεβώς, τω Κυρίω λατρεύσασα, Μοναζουσών ώφθη καύχημα ιερόν, και παρθένων εγκαλλώπισμα.
     Τω Ρατισβόνης ποιμένι Ερχάρδω Κύριος, καλέσαι Οδιλίαν, σε κελεύει κατ’ όναρ, όθεν συν Ιδούλφω τω ιερώ, εν χαρά παραγέγονεν, εν τη Μονή του Βαλσάμου και σε λουτρώ, του βαπτίσματος εφώτισεν.
     Τρία εφύτευσας δένδρα, εις τύπον πάνσεμνε, Τριάδος της Αγίας, και πενήτων εδείχθης, ξένων δυστυχούντων και ασθενών, αληθώς παραμύθιον, όθεν μισθόν πολύν εύρες εν ουρανοίς, Οδιλία αγγελότροπε.
     Της Αλσατίας προστάτις και καταφύγιον, εν πάση δυσχερεία, Οδιλία εδείχθης, και πάντων των τω τάφω σου τω σεπτώ, προσιόντων αντίληψις, και οφθαλμών των σωμάτων και των ψυχών, ιατρεία θεοδώρητος.
    Δόξα. Ήχος πλ. Α’
    Τον της ασκήσεως δρόμον, θεαρέστως τελέσασαν, τον Αγίοις πρέποντα ύμνον, εν ειρήνη κοιμηθήναί σε έδει, Οδιλία μακαρία, όθεν μικρόν προ της σης εξόδου, πρόγευσίν σοι έδωκε, της αφάτου χαρμονής του ουρανού, μυστικώς επιφανείς, ο ουράνιος Νυμφίος σου. Ου εν ποτηρίω το τίμιον Σώμα, και το Αίμα το ζωοποιόν, ουρανόθεν αποσταλείς, Άγγελος Κυρίου προσήνεγκέ σοι, εις μαρτύριον της δόξης, ης επαξίως τετύχηκας. Διο και ημίν βοήθησον, τοις αδιστάκτως προσκαλουμένοις σε, εν τη φοβερά ώρα του θανάτου, ταις ευπροσδέκτοις μεσιτείαις σου.
    Και νυν... Θεοτοκίον
    Μακαρίζομέν σε Θεοτόκε Παρθένε, και δοξάζομέν σε οι πιστοί κατά χρέος, την πόλιν την άσειστον, το τείχος, το άρρηκτον, την αρραγή προστασίαν, και καταφυγήν των ψυχών ημών.
     Δοξολογία Μεγάλη και Απόλυσις.
    ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ
     Τα τυπικά, και του Κανόνος της Οσίας η γ  και στ’  ωδή.
    Απόστολος.
    Προκείμενον. Ήχος βαρύς: Καυχήσονται Όσιοι εν δόξη, και αγαλλιάσονται επί των κοιτών αυτών.
    Στ.: Άσατε τω Κυρίω άσμα καινόν.
    Καθολικής Β’  Επιστολής Πέτρου το Ανάγνωσμα: Συμεών Πέτρος, δούλος και απόστολος Ιησού Χριστού... (ζήτει τη Πέμπτη της λγ  ἑβδομάδος)
     Αλληλούϊα (γ ). Ήχος α’ .
    Στ.: Υπομένων, υπέμεινα τον Κύριον και προσέσχε μοι και εισήκουσε της φωνής της δεήσεώς μου.
    Στ.: Έστησεν επί πέτραν τους πόδας μου και κατεύθυνε τα διαβήματά μου.
    Ευαγγέλιον ζήτει τη Κυριακή της Απόκρεω.
    Μεγαλυνάριον.
    Θαύματα πηγάζουσα τοις πιστοίς, ψυχών και σωμάτων θεραπεύεις τους οφθαλμούς, Μήτερ Οδιλία, Χριστού Οσία νύμφη, διο σε ανυμνούμεν και μεγαλύνομεν.
     Κοινωνικόν: Εις μνημόσυνον αιώνιόν εσται δίκαιος. Αλληλούϊα.
     Σημείωσις: Η Αγία Οδιλία ήταν από την Αλσατία, περιοχή της Γαλλίας στα σύνορα με την Γερμανία· και η οποία Αλσατία, στο πέρασμα του χρόνου άλλαξε πολλές φορές χέρια μεταξύ Γαλλίας και Γερμανίας.


    Η/Υ ΠΗΓΗ:
    voutsinasilias.blogspot.gr