Κυριακή 9 Δεκεμβρίου 2018

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΑΣ ΜΕΛΑΓΓΕΛΛΗΣ ΤΗΣ ΕΝ ΟΥΑΛΛΙᾼ



site analysis



Ψαλλομένη τῇ 27 Μαΐου


Ποίημα Παναγιώτου Σόμαλη


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτε-ροῦντες τό πρῶτον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Ἡ Ἰρλανδία ἀγάλλου· ἐκ σοῦ γὰρ ἤνθησεν, ὡς πανευῶδες ἶον, ἡ σοφὴ Μελαγγέλλη· ἀγάλλου δὲ δοξάζουσα τὸν Θεόν, Οὐαλία τὰ λείψα-να, ταύτης ὡς κρήνη πλουτοῦσα ἁγιασμοῦ, καὶ παντὸς κακοῦ ἀλέξημα. (Δίς).

Θάμβους ἐπλήσθη Ὁσία, ὁ ἡγεμὼν Βροχφαήλ, ἡνίκα σὲ κατεῖδεν, ὡς ἀσώματον ὄντως, ἔνδον τοῦ σπηλαίου καὶ δωρεάν, τὴν περίοικον ἅπα-σαν, δοὺς εὐλαβῶς ἐξητεῖτο τὰ σὰς εὐχάς, Μελαγγέλλη παμμακάριστε.

Τοὺς εὐλαβῶς ἐκτελοῦντας, Μῆτερ ἐν ᾄσμασιν, τὴν ἱεράν σου μνήμην, πάσης λύτρωσαι βλάβης, καὶ θλίψεως καὶ νόσου καὶ συμφορᾶς, Μελαγγέλλη ἀοίδιμε, καὶ μιμηθῆναι ἀξίωσον καὶ ἡμᾶς, τὰ λαμπρά σου κατορθώματα.

Δόξα. Ὁ αὐτός.

Τῆς ἐν Χριστῷ κεκρυμμένης ζωῆς σου τὰ σκάμματα, τίς ἐπαξίως διηγήσεται, Μελαγγέλλη Ὁσία; Πάντας γὰρ ἐξέπληξας, τῇ στεῤῥοτάτῃ ἀσκήσει σου, καὶ τοῖς Ἀγγέλοις ἐξωμοίωσαι, τῆς ἀνθρωπίνης φύσεως, ὑπερβάσα τοὺς ὅρους. Μεθ’ ὧν τῆς ἀλήκτου χαρᾶς ἀπολαύουσα, κατ’ ἀξίαν τῶν πόνων σου, πρέσβευε τῷ σῷ Νυμφίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγ-μὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.


Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἔρωτι θεϊκῷ, τρωθεῖσα Μελαγγέλλη, ἀπὸ παιδὸς ἐμφρόνως, Κυρίῳ ἀνετέθης, καὶ Τούτῳ ἠκολούθησας.

Στ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Ἔλαβες ἐκ Θεοῦ, πλουσίας ἀντιδόσεις, Ὁσία Μελαγγέλλη, καὶ δίδως προστασίαν, τὴν σὴν τοῖς δεομένοις σου.

Στ. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.

Βρύει σου ἡ σορός, ἡ τῶν λειψάνων Μῆτερ, ἰάσεων τὰ ῥεῖθρα, καὶ ἄνθρακας σβεννύει, πολυειδῶν κακώσεων.

Δόξα. Ὁ αὐτός.

Ἀγγελικὴν ζωὴν ἀγαπήσασα, ἐκ νεότητος Χριστῷ ἠκολούθησας, Μελαγγέλλη θεόφρον. ᾯ καὶ νυμφευθεῖσα πάντα πόθον ὑπερεῖδες γεη-ρόν, καὶ ἐπτερώθης τῷ πνεύματι, ταῖς θείαις ἀναβάσεσιν, τὸν ἀρχέκακον ἐχθρὸν ταπεινώσασα, τοῖς ἐρημικοῖς σου παλαίσμασιν· καὶ νῦν Ὁσία πρέσβευε, ὑπὲρ τῶν πόθῳ τελούντων, τὴν ἀξιέπαινον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἰρλανδίας ἡ δόξα, Οὐαλίας τὸ καύχημα, καὶ τῶν λαγωῶν προστα-σία, Μελαγγέλλη ἰσάγγελε, τῷ πόθῳ τετρωμμένη τοῦ Χριστοῦ, ηὐλίσθης ἐν ἐρήμοις καὶ στρωμνήν, λίθους ἔχουσα ἐδείχθης μοναστριῶν, ὑπόδει-γμα ἐναρέτων· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτί-στην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.


Ἀπόλυσις.


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τέσσαρα, δευτεροῦντες τά δύο πρῶτα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἰρλανδίας τὸ βλάστημα, Πουασίας τὸ κόσμημα, καὶ τῆς Οὐαλίας πάσης ἀγλάϊσμα, ἐρημιτῶν τὸ κειμήλιον, Παρθένων τὸ κλέϊσμα, καὶ σεμνῶν μοναζουσῶν, ἀρετῆς τὸ ὑπόδειγμα, δεῦτε ἅπαντες, Μελαγγέλλην αἰνέσωμεν ἐκθύμως, πρὸς Χριστὸν αὐτὴν πρεσβεύειν, ὑπὲρ ἡμῶν ἱκετεύ-οντες. (Δίς).

Τῇ ἀσκήσει νεκρώσασα, τῆς σαρκὸς τὴν εὐπάθειαν, τὴν ψυχὴν ἐζώωσας θείῳ Πνεύματι, καὶ ἀρετῶν στήλη ἔμψυχος, ἐδείχθης πανεύφη-με, Μελαγγέλλη ἀληθῶς, ταπεινώσει ἐκλάμπουσα, καὶ ταῖς χάρισιν, τῆς ἀγάπης θεόφρον κοσμουμένη, διὰ τοῦτο Βασιλείας, τῆς οὐρανίου ἠξίω-σαι. (Δίς).

Ὡς κατεῖδε Ὁσία σε, εὐδοκίᾳ τῇ κρείττονι, οἷά περ ἀσώματον μετὰ σώματος, ἐν τῷ σπηλαίῳ ὑπάρχουσαν, ἐξέστη τῷ πνεύματι, βασιλεὺς ὁ θηρευτής, σοῦ γὰρ κύνες οὐχ ἥψαντο, καὶ διέσωσας, τῆς ἐκείνων μανίας Μελαγγέλλη, λαγωὸν τὸν προσφυγόντα, σῇ προστασίᾳ πανθαύμαστε.

Τῶν τιμίων λειψάνων σου, ἡ σορὸς τὰ ἰάματα, πᾶσιν ἀναβλύζει τοῖς μετὰ πίστεως, αὐτοῖς Ὁσία προστρέχουσι· εἰκὼν δὲ ἡ πάνσεπτος, φυλακτήριον ἡ σή, ἡμῖν Μῆτερ γεγένηται· ὅθεν χαίροντες, Μελαγγέλλη ἐν ὕμνοις σε τιμῶμεν, σὴν βοήθειαν αἰτοῦντες, ἡμῖν διδόναι ἐν θλίψεσι.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἐν τῇ τοῦ ἔαρος ἐκπνοῇ, ἡ τῆς Ὁσίας Μελαγγέλλης μνήμη, ὡς κρίνον τοῦ ἀγροῦ, τοὺς πιστοὺς εὐωδιάζει. Εὐωδία γὰρ Χρι-στοῦ, κατὰ Παῦλον γενομένη, τῆς τοῦ θανάτου ὀσμῆς ἀπαλάττει, τοὺς πρὸς αὐτὴν ἐκβοῶντας· χαίροις, ἡ τῆς γυναικείας φύσεως, ἀποῤῥίψασα τὴν ἀσθένειαν, καὶ ἐν ἀνδρείῳ φρονήματι, ἀγωνισθεῖσα ὡς ἄσαρκος· χαίροις, ἡ βασιλικὴν παριδοῦσα δόξαν, καὶ τὴν στενὴν ἑλομένη, ὁδὸν τῆς ἀσκήσεως· χαίροις, Ἰρλανδίας βλαστὸς θεοειδής, τῆς Οὐαλίας προστάτις καὶ ἔφορος, καὶ τῶν σῶν ὁμωνύμων ἐν ἀνάγκαις ἀντίληψις. Πρέσβευε δεόμεθα, τῷ ἐν Τριάδι Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προ-σώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  


Εἰς τήν Λιτήν, Ἰδιόμελα.

Ἦχος α΄.

Εὐφραίνεται ἐν Κυρίῳ, ἡ ἐνεγκαμένη σε Ἰρλανδία, τὰ σπάργανά σου κατέχουσα, Μελαγγέλλη Ὁσία. Ἡ δὲ Οὐαλία πᾶσα ἀγάλλεται, τῶν ὑπερφυῶν ἀγώνων σου, τεθεαμένη τὸ μέγεθος, καὶ τοῖς τιμίοις ἱδρῶσί σου καταρδευθεῖσα Μῆτερ· καὶ τῶν σῶν λειψάνων τὴν λάρνακα πλου-τήσασα, πᾶσαν δόσιν ἀγαθήν, καὶ πᾶν δώρημα τέλειον ἐξ αὐτῆς καρποῦ-ται, χαρμονικῶς μελῳδοῦσα τῷ σὲ μεγαλύναντι· ὁ ἐν Ἁγίοις θαυμαστός, Παντοκράτορ δόξα Σοι.

Ἦχος β΄.

Τὸν ἐν σπηλαίῳ γεννηθέντα, καὶ ἐν φάτνῃ ἀνακλιθέντα, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸν τὸν Κύριον φιλοῦσα, ὡς Ἀβραὰμ ἐξῆλθες ἐκ τῆς γῆς σου, πάντα σκύβαλα ἡγησαμένη, ἵνα Αὐτὸν κερδήσῃς· ὅθεν ἔνδον σπηλαίου βιοτεύουσα καὶ στρωμνὴν ἐκ λίθων ἔχουσα, τὴν σάρκα ἐσταύρωσας, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις· ἀλλ’ ὦ μοναστριῶν στήλη ἔμψυχε, Μελαγγέλλη θεοφόρε, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.

Τὴν ὑπὲρ φύσιν σου ἄσκησιν, θαυμαστῶς ἐδόξασεν ὁ τῆς δόξης Κύριος, Μελαγγέλλη καλλιπάρθενε. Οὐ μόνον γὰρ ὁ λαγωός, ὁ κρυβεὶς ἐν ταῖς πτυχαῖς τοῦ μανδύου σου, τοῦ ἐκ τοῦ θηρευτοῦ καὶ τῶν κυνῶν ἐλυτρώθη διωγμοῦ, ἀλλὰ καὶ πλεῖστα ἄλλα τῶν θηρίων τοῦ δρυμοῦ, ὁμοίως ἐσώθησαν, ἐπεὶ καὶ ἡ σὴ κλῆσις μόνον,  ἐγγὺς αὐτῶν προσκαλου-μένη, ἀβλαβῆ αὐτὰ διατηρεῖ. Μεθ’ ὧν καὶ ἡμᾶς τοὺς ἀναξίους, τοὺς τὴν σὴν ἁγίαν μνήμην ἑορτάζοντας, τῶν τοῦ δυσμενοῦς παγίδων ῥύου, τῇ παναλκεῖ δυνάμει τῆς πρεσβείας σου.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Εἰς τόν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Μῆτερ, Μελαγγέλλη πάνσεμνε, τῇ ἀγαπήσει Χριστοῦ, κοσμικὴν ματαιότητα, καὶ γένους τὴν εὔκλειαν, καὶ μνηστῆρα τὸν πρόσκαιρον, καταλιποῦσα, κατηκολούθησας, τῷ ἀθανάτῳ Νυμφίῳ χαίρουσα· ὦ τῶν ἀγώνων σου, δι’ ὧν καταβέβληκας, ἐν ἁπαλῷ σώματι θεόληπτε, ἐχθροῦ τὸ φρύαγμα.

Στ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκου-σε τῆς δεήσεώς μου.

Μῆτερ, Μελαγγέλλη πάνσοφε, ξένην ζωὴν ἐπὶ γῆς, μετὰ σώματος ἤνυσας, ἐχθρὸν τὸν ἀσώματον, καθελοῦσα τῷ τρόπῳ σου· ὅθεν παρθέ-νων χορὸν συνήθροισας, καὶ ἡγουμένη, αὐτῶν θεόπνευστος, ὤφθης διδά-σκουσα, βίον τὸν ἐνάρετον· διὸ καὶ νῦν, ἡμᾶς πολιτεύεσθαι, δικαίως ἴθυ-νον.

Στ. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.

Μῆτερ, Μελαγγέλλη ἔνδοξε, τῶν ὑπὲρ νοῦν ἀγαθῶν, καὶ τῆς δόξης τῆς κρείττονος, ἐντρυφῶσα πάντοτε, καὶ φαιδρῶς ἀπολαύουσα, τοῖς προσκυνοῦσι, τὴν τῶν λειψάνων σου, σορὸν ἁγίαν, χάριν τὴν βρύουσαν, καὶ τὴν πανεύσημον, μνήμην σου γεραίρουσι, αἴτει ἀεί, εἰρήνην ἀκλό-νητον, καὶ μέγα ἔλεος.

Δόξα. Ὁ αὐτός.

Ὅτε τὸν Δανιὴλ ἀλώβητον ἐν τῷ λάκκῳ τῶν λεόντων εἶδεν ὁ βασιλεύς, ἐβόησε· μέγας εἶ Κύριε ὁ Θεὸς τοῦ Δανιήλ, καὶ οὐκ ἔστιν ἄλλον πλήν Σου. Ὅτε δὲ ὁ βασιλεὺς Βροχφαήλ, τοὺς θηρεύοντας κῦνας ἡμέρους ἔβλεψεν, πρὸ τῆς σῆς Μελαγγέλλη ὁσιότητος, τὴν σὴν θαυ-μάζων ἀνδρείαν, ἐζήτει νύμφην σε ἀγαγέσθαι ἑαυτῷ, πλοῦτον καὶ δόξαν σοι ὑπισχνούμενος, σὺ δὲ ἐβόας αὐτῷ· οὐκ ἐλαττοῦμαι μνηστήρων ἐγώ· διὰ γὰρ μὴ στέργειν νυμφίον θνητόν, ἐπελαθόμην τοῦ λαοῦ μου καὶ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐν Οὐαλίᾳ ἐλθοῦσα, ἐν τῷδε τῷ σπηλαίῳ κατώκησα, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Αὐτὸν ἱκέτευε, Μῆτερ θαυματόβρυτε, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἰρλανδίας ἡ δόξα, Οὐαλίας τὸ καύχημα, καὶ τῶν λαγωῶν προστα-σία, Μελαγγέλλη ἰσάγγελε, τῷ πόθῳ τετρωμμένη τοῦ Χριστοῦ, ηὐλίσθης ἐν ἐρήμοις καὶ στρωμνήν, λίθους ἔχουσα ἐδείχθης μοναστριῶν, ὑπόδειγ-μα ἐναρέτων· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.


Ἀπόλυσις.


ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη ἀληθῶς, ὁ κυνηγέτης βασιλεύς, κατιδὼν τὸν λαγωόν, σοῦ τριβωνίου ταῖς πτυχαῖς, ἐκ τῶν κυνῶν σεσωσμένον διατελοῦντα, καὶ ἔφριξε μαθών, τῆς πολιτείας σου, τοὺς πόνους τοὺς μακρούς, καὶ τὰ παλαίσματα, καὶ τὴν κοιλάδα πᾶσαν Μελαγγέλλη, ἐν ταπεινώσει δεδώ-ρηται· ἀλλ’ ἐκδυσώπει, Χριστὸν Ὁσία, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει Σου Θεοτόκε· βάτον ἐν πυρὶ ἀκατάφλεκτον· ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν· καὶ μαρτυρῶν ὁ Μνήστωρ Σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.


Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Εὐφραίνει μυστικῶς, ἡ ἁγία σου μνήμη, Ὁσία τοῦ Χριστοῦ, εὐσεβῶν τὰς καρδίας, ἐν ᾗ συνελθόντες σε, ἐν ᾠδαῖς μακαρίζομεν, καὶ δοξάζομεν, τὸν σὲ δοξάσαντα Λόγον, Ὃν ἱκέτευε, διὰ παντὸς Μελαγ-γέλλη, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν.Θεοτοκίον.

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, Σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.


Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς κεκτημένη πρὸς Χριστὸν παῤῥησίαν, μὴ διαλίπῃς Μελαγγέλλη Ὁσία, ὑπὲρ ἡμῶν προσάγουσα πρεσβείαν ἐκτενῶς, τῶν καταφευγόντων σου, τῇ θερμῇ προστασίᾳ, καὶ ἀσπαζομένων σου, τὴν εἰκόνα ἐκ πόθου, ἵνα ῥυσθῶμεν πάσης ἀπειλῆς, καὶ ἐν εἰρήνῃ, τὸν βίον διάγωμεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χριστιανῶν ἡ ἀψευδὴς σωτηρία, ἁμαρτωλῶν ἡ ἀῤῥαγὴς προ-στασία, ἡ κραταιὰ βοήθεια ἡμῶν καὶ προσφυγή, σῶσόν με προστρέχο-ντα, Σοὶ Πανάμωμε Κόρη, σκέπασόν με πτέρυξι, τῆς ἁγίας Σου σκέπης, καὶ τῆς ψυχῆς μου πρόστηθι ἐκεῖ, καὶ ἐκδημούσῃ, τῶν τῇδε παράστηθι.


Οἱ  Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στ. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. κε΄ 1-13).

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Ὁ Ν΄ (50) Ψαλμός.

Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...

Ἀγγελικὴν ζωὴν ἀγαπήσασα, ἐκ νεότητος Χριστῷ ἠκολούθησας, Μελαγγέλλη θεόφρον. ᾯ καὶ νυμφευθεῖσα, πάντα πόθον ὑπερεῖδες γεη-ρόν, καὶ ἐπτερώθης τῷ πνεύματι, ταῖς θείαις ἀναβάσεσιν, τὸν ἀρχέκακον ἐχθρὸν ταπεινώσασα, τοῖς ἐρημικοῖς σου παλαίσμασιν· καὶ νῦν Ὁσία πρέσβευε, ὑπὲρ τῶν πόθῳ τελούντων, τὴν ἀξιέπαινον μνήμην σου.


Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς ἢ τῆς Θεοτόκου  καὶ τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχὶς ἐν τῇ ζ΄, η΄, θ΄ ᾠδή: Παναγιώτου ᾠδή.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Τὴν θαυμαστήν σου Μελαγγέλλη ἄσκησιν, ἀνευφημῆσαι ποθῶν, πίστει σοι προσπίπτω, Μῆτερ παναοίδιμε, τὸν νοῦν μου φωταγώγησον, πρεσβειῶν σου ἀκτῖσι, καὶ οὐρανόθεν μοι αἴτησαι, λόγον σῇ ἀνδρείᾳ ἐπάξιον.

Ἐκ Ἰρλανδίας τῆς λαμπρᾶς ἐβλάστησες, καὶ ὥσπερ γῆ ἀγαθή, τοῦ Εὐαγγελίου, σπόρον τὸν σωτήριον, δεχθεῖσα προσενήνοχας, Μελαγγέλλη θεόφρον, καρπὸν πολὺν καὶ εὐάρεστος, ὤφθης τῷ Κυρίῳ τῷ βίῳ σου.

Νυμφίον μόνον τὸν Χριστὸν ποθήσασα, ἐν θερμοτάτῃ ψυχῇ, τῷ φθαρτῷ μνηστῆρι, οὐ προσέσχες πάνσεμνε, ἀλλὰ τῷ θείῳ ἔρωτι, πτερω-μένη Ὁσία, πάντα ὡς ὄναρ λελόγισαι, ἄνω τὴν καρδίαν σου ἔχουσα.

Θεοτοκίον.

Ἠμελημμένως καὶ ῥαθύμως Δέσποινα, ὅλον τὸν βίον ἐγώ, κατα-δαπανήσας, τὸν ἐμὸν ὁ ἄσωτος, εἰς ἐμαυτὸν γενόμενος, τῇ Σῇ σκέπῃ προστρέχω, καὶ μετὰ πίστεως κράζω Σοι· σῶσόν με πρεσβείαις Σου Πάναγνε.


ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Ὥσπερ νεᾶνις ἐκλεκτή, τὸ πῦρ δεχθεῖσα τὸ θεῖον, παραυτίκα κατα-λέλοιπας πᾶσαν, ὑλικῶς τὴν μετοχήν, καὶ κοσμικὴν τερπνότητα, ἔνδοξε Μελαγγέλλη, ἄϋλον βίον ποθήσασα.

Ἐν ἐρημίᾳ ὡς τρυγών, χαίρουσα Μῆτερ ηὐλίσθης, καὶ σπηλαίῳ κατοικοῦσα ἀσκήσει, τὴν κακίαν τοῦ ἐχθροῦ, τοῦ ἀοράτου ὤλεσας, καὶ νικηφόρος ὤφθης, Σταυροῦ τῷ κράτει πανεύφημε.

Ἡ Οὐαλία ἀνυμνεῖ, τῶν σῶν θαυμάτων τὸ κλέος, καὶ προστάτιν Μελαγγέλλη σε ἔχει, σὺν Δαβὶδ τῷ φωτιστῇ, ταύτης καὶ ἀρχιποίμενι, μεθ’ οὗ Χριστὸν δυσώπει, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Θεοτοκίον.

Ἐπὶ τὴν ἄχραντον νηδύν, ὡς ὑετὸς ἐπὶ πόκον, Σοῦ κατέβη ὁ Θεός μου Παρθένε, καὶ ἐδρόσισεν ἡμᾶς, τοὺς ἐκτακέντας καύσωνι, τῆς ἁμαρτίας δρόσῳ, φιλανθρωπίας καὶ χάριτος.


Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Βασιλείας γηΐνου καταφρονήσασα, καὶ τὴν φιλίαν τοῦ κόσμου βδελυξαμένη σαφῶς, ἐνυμφεύθης τῷ Κυρίῳ καλλιπάρθενε· ὅθεν ἐδέξω ἐξ’ Αὐτοῦ, ἰαμάτων δωρεάν, ἣν ἀναβλύζει ἀπαύστως, Μελαγγέλλη τῶν σῶν λειψάνων, ἡ λάρναξ νόσους ἐκδιώκουσα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ λιμένα καὶ τεῖχος καὶ καταφύγιον, καὶ ἐλπίδα καὶ σκέπην καὶ προστασίαν θερμήν, εὑρηκότες οἱ πιστοὶ πρὸς Σὲ προστρέχομεν, καὶ ἐκβοῶντες ἐκτενῶς, ἀνακράζομεν πιστῶς· ἐλέησον Θεοτόκε, τοὺς ἐπὶ Σοὶ πεποιθότας, καὶ τῶν πταισμάτων ἐλευθέρωσον.


ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

Μόνῃ Θεῷ, γινωσκομένη τῷ Πλάστῃ σου, καὶ ἀνθρώποις, ἄγνω-στος ὑπάρχουσα, ἐν ἀγρυπνίᾳ καὶ προσευχῇ, καὶ νηστείᾳ πάσας, σαρκὸς ὀρέξεις ἐκοίμισας, βοῶσα καθ’ ἑκάστην, Μελαγγέλλη ἐν πίστει· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

Λαμπροφανής, ἡ πολιτεία σου γέγονε, λαμπομένη, ἀπαθείας χάρισι, καὶ τῶν θαυμάτων ταῖς δωρεαῖς, Μῆτερ Μελαγγέλλη, μοναζου-σῶν ἀγαλλίαμα· νυκτὸς γὰρ καὶ ἡμέρας, μελῳδεῖν οὐκ ἐπαύσω· τῇ δυνά-μει Σου δόξα Φιλάνθρωπε.

Ὁ λαγωός, ἐν ταῖς πτυχαῖς τοῦ μανδύου σου, Μελαγγέλλη, εὗρε καταφύγιον, καὶ ἐλυτρώθη ἐκ τῶν κυνῶν, οἵπερ ὑλακτοῦντες, ἅψασθαι σοῦ οὐκ ἐτόλμησαν, ἡνίκα ἀνεβόας, τῷ γλυκεῖ σου Νυμφίῳ· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

Θεοτοκίον.

Πανευβλαβῶς, πρὸ τῆς εἰκόνος παρίσταμαι, τῆς τιμίας, Σοῦ Θεο-γεννήτρια, ἐκλιπαρῶν καὶ παρακαλῶν, μή με ἀποῤῥίψης, τοῦ Σοῦ προσώ-που τὸ ἄθλιον, ἀλλ’ οἴκτειρον καὶ σῶσον, ἐκ παντοίας με βλάβης, καὶ κινδύνων καὶ πάσης κακώσεως.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Τίς εἶ γύναι εἶπέ μοι, πόθεν ἥλκεις λέξον μοι, ὁ ἄναξ ἔφησε, Βρο-χφαὴλ ὡς εἶδε, τῶν κυνῶν σε ὁρμὴν τιθασσεύσασαν, πῶς ἐν ἐρημίᾳ, στρωμνὴν τοὺς λίθους ποιουμένη, τὴν ζωήν σου διάγεις ὡς ἄσαρκος;

Βασιλεῦ τοῦτο γνῶθι, ὅτι τὴν ἐπίγειον δόξαν μισήσασα, ἔφη Μελαγγέλλη, τοῦ πατρός μου τὸν οἶκον κατέλιπα, τὸν Χριστὸν ποθοῦσα, καὶ δι’ Ἐκεῖνον ὑπομένω, ἐν χαρᾷ τῆς ἐρήμου τὴν μόνωσιν.

Κατεπλάγη Ὁσία, βλέπων τὴν στεῤῥότητα, σοῦ καὶ ἐθαύμασε, Βροχφαὴλ καὶ νύμφην, ἀγαγέσθαι ἐκείνῳ ἐζήτει σε· σὺ δὲ οὐκ ἠνέσχου, ἅτε Κυρίῳ νυμφευθεῖσα, διὰ πόνων τιμίων ἀσκήσεως.

Θεοτοκίον.

Ὅλος γέγονα φεῦ μοι! Ταῖς ἀτόποις πράξεσιν, καὶ ἀνομήμασιν, βορβορώδης Κόρη, καὶ αἰσχρὸν ἀληθῶς καταγώγιον, καὶ μεμισημένος, ὑπὸ Ἀγγέλων καὶ ἀνθρώπων, ἀλλ’ οἰκείοις ἀπόπλυνον δάκρυσι.


ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Δωρεῖταί σοι Βροχφαήλ, τὴν ἀρετήν σου αἰδούμενος, τὴν γῆν ἔνθα τὸ σεπτόν, ὑπῆρχέ σου σπήλαιον· μονὴν δὲ ἀνήγειρας, καὶ πληθὺν συνῆ-ξας, γυναικῶν ἐνθέων πάνσεμνε.

Μοναστριῶν καλλονή, καὶ τῶν Παρθένων ἀγλάϊσμα, καὶ κῆπος πανευθαλής, βίου καθαρότητος, Μελαγγέλλη πέφυκας, Μῆτερ θεοφόρε, ἐν ἐρήμῳ ἐνασκήσασα.

Ἡ σὴ τιμία εἰκών, καὶ ἡ σορὸς τῶν λειψάνων σου, τῶν ἰαμάτων πηγαί, Ὁσία ἐδείχθησαν· διὸ ἀσπαζόμενοι, ταύτας Μελαγγέλλη, τὴν ὑγείαν ἐξαιτούμεθα.

Θεοτοκίον.

Χρεωστικῶς τῇ σεπτῇ, νῦν Σου εἰκόνι προσέδραμον, καὶ ὡς ἱκέτης οἰκτρός, Σοὶ κράζω Ἀμόλυντε· τὰ δάκρυα δέξαι μου, ὡς τῆς χῆρας τότε, τὰ λεπτὰ Χριστὸς ὁ Κύριος.


Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐν ἐρήμῳ ἤσκησας, καὶ ἡγουμένη, Μελαγγέλλη πέφυκας, μονα-στριῶν πανευκλεής, θαυματουργίαις ἐκλάμπουσα, καὶ νῦν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Ὁ Οἶκος.

Ὥσπερ ποτε ὁ λαγωός, φυγὰς τῷ σῷ σπηλαίῳ προσῆλθε, ἵνα θηρευ-τῶν κυνῶν ῥυσθῇ τῆς ἀσπλαγχνίας, οὕτω καὶ νῦν Ὁσία Μῆτερ, ἡμεῖς οἱ πολεμουμένοι ὑπὸ τοῦ διαβόλου, ὃς ὁ λέων ὡρυόμενος ζητεῖ καταπιεῖν ἡμᾶς, τῶν σῶν πρεσβειῶν τῇ σκέπῃ προστρέχομεν, κράζοντες· βοήθησον ἡμῖν, Μελαγγέλλη συμπαθέστατε, πάταξον τὸν πολέμιον, σῶν θεοδέκτων πρεσβειῶν τῷ  ξίφει καὶ φύλαξον ἡμᾶς τῶν παγίδων αὐτοῦ, ἰθύνουσα ἡμᾶς τὴν ἡμῶν σωτηρίαν μετὰ φόβου καὶ τρόμου κατεργάζε-σθαι καὶ δυσωποῦσα ἀπαύστως τὸν σὸν Νυμφίον Χριστόν, ὑπὲρ τῶν τιμώντων σε.


Συναξάριον.

Τῇ ΚΖ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Μελαγγέλλης τῆς ἐξ Ἰρλανδίας καὶ ἐν Οὐαλίᾳ ἀσκησάσης.

Στίχοι·

Μελαγγέλλη μέλλοντος ζωῆς αἰῶνος,

Σὺν ἀγγελικαῖς χορείαις ἠξιώθη.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείας Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.


ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Παρθένων συνήθροισας, χορὸν καὶ τούτων ὤφθης διδάσκαλος, Μελαγγέλλη πρὸς τρίβους, δικαιοσύνης, καλῶς ἰθύνουσα, καὶ σὺν ἐκεί-ναις, βοῶσα ἀείποτε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἁγίως διήνυσας, τὴν σὴν Ὁσία ζωὴν καὶ ἤνεγκες, κακουχίας ἀμέ-τρους, καὶ τὴν τοῦ ψύχους, στεῤῥῶς δριμύτητα, Χριστῷ βοῶσα, φαιδρῶς τῷ Νυμφίῳ σου· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νοσοῦσι ἰάματα, ἡ τῶν τιμίων λάρναξ λειψάνων σου, Μελαγγέλλη πηγάζει, καὶ τῶν δαιμόνων, παύει ἐπήρειαν, καὶ εὐλογίας, πηγάζει τοῖς μέλπουσιν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ἀσπόρως συνέλαβες, καὶ ἀπειράνδρως ἐκυοφόρησας, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ τῆς ἀρχαίας, κατάρας ἔσωσας, τοὺς μελῳδοῦντας ἐν πίστει Ἄσπιλε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.


ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Γονέων πλοῦτον σκύβαλα, κατὰ Παῦλον λελόγισαι, καὶ τὰς κακου-χίας, τῆς ἐρήμου ἔφερες, τοῖς πᾶσιν ἀγνώριστος, διατελοῦσα καὶ ὁλικῶς, τῷ Δημιουργῷ καὶ Λυτρωτῇ, ἑνωθεῖσα, Ὁσία Μελαγγέλλη, καὶ Ἐκείνῳ ὡς προῖκα, τὸ κλέος ἐνεγκοῦσα, τῶν σῶν κατορθωμάτων.

Ἰάτρευσον θεόπνευστε, τὴν νοσοῦσαν καρδίαν μου, καὶ ἐκείνης παῦσον, τὴν ὀδύνην τάχιον, δυνάμει πρεσβείας σου, καὶ δουλωθέντα τῷ πονηρῷ, ῥῦσαί με τῆς τούτου δυναστείας Ὁσία, βοῶντα Μελαγγέλλη· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὢ θαῦμα ὑπερθαύμαστον! Πῶς ἡ πάντιμος κλῆσίς σου, λαγωοὺς λυτροῦται, θηρευτῶν τῆς μάστιγος, ἡνίκα φωνήσῃ τις, αὐτὴν ἐκείνων Μῆτερ ἐγγύς, ὡς μεγίστη ὄντως ἡ δοθεῖσά σοι χάρις! Διό σε εὐχαρίστως, Μελαγγέλλη ὑμνοῦμεν, πιστῶς ἐπιτελοῦντες, τὴν σὴν ἁγίαν μνήμην.

    Θεοτοκίον.

Τῶν Ἀσωμάτων Τάγματα, καὶ Μαρτύρων στρατεύματα, σὺν τοῖς Ἀποστόλοις, καὶ Προφήταις ἅπασι, τὴν πάντων δεσπόζουσαν, τῶν ποιημάτων Δέσποινα, καὶ τῶν εὐσεβῶν Χριστιανῶν ἡ χορεία, ὑμνεῖτε εὐλογεῖτε, τὴν ἁγνὴν Θεοτόκον, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Ὁλόφωτον παστάδα ἐν οὐρανοῖς, κατοικεῖν Μελαγγέλλη ἠξίωσαι, ἐπὶ τῆς γῆς, ζήσασα δικαίως καὶ εὐσεβῶς, ἐν ἐρημίᾳ πρότερον, εἶτα δὲ ὀφθεῖσα μοναστριῶν, ἐνθέων ἡγουμένη, αὐτὰς καθοδηγοῦσα, ἔργοις καὶ λόγοις παναοίδιμε.

Ὑπὲρ τῆς σῆς πατρίδος διηνεκῶς, τὸν οἰκτίρμονα Λόγον δυσώπησον, Λατινικῆς, πλάνης λυτρωθῆναι τῆς μιαρᾶς, τὴν Ἰρλανδίαν ἅπασαν, ἔχουσα πρὸς τοῦτο συμπρεσβευτάς, Ὁσία Μελαγγέλλη, Πατρί-κιον τὸν μέγαν, καὶ τὴν Βριγίτην τὴν ἰσάγγελον.

Ὡς ἄσυλον κατέχουσα θησαυρόν, Οὐαλία τὴν πάντιμον λάρνακα, σοῦ ἐξ αὐτῆς, χαίρει καρπουμένη τὰς δωρεάς· ὅμως αὐτὴν ἀπάλλαξον, τῶν ποικιλωνύμων αἱρετικῶν, τῶν μή σε σεβομένων, καὶ μὴ δογμα-τιζόντων, ὀρθῶς Ὁσία τὴν ἀλήθειαν,

Διάσωσον ἐκ πάσης ὀδυνηρᾶς, περιστάσεως Μῆτερ πρεσβείαις σου, τοὺς τὴν σεπτήν, μνήμην σου τελοῦντας πανευλαβῶς, καὶ τὴν εἰκό-να ἔχοντας, τὴν σὴν φυλακτήριον ἱερόν, κἀμοῦ τοῦ ἀναξίου, προσδέχου Μελαγγέλλη, ὡς συμπαθὴς τοὺς ὕμνους δέομαι.

Θεοτοκίον.

Ἡνίκα ἐκ τοῦ σώματος ἡ ψυχή, ἡ ἀθλία μου Κόρη χωρίζηται, ἀντι-λαβοῦ, καὶ τῶν τελωνίων τῶν πονηρῶν, ὡς συμπαθὴς ἐξάρπασον, σκέ-πουσά με σκέπῃ Σου τῇ σεπτῇ· καὶ γάρ Σε Θεοτόκον, κηρύττων ἀδιστά-κτως, ὁμολογῶν Σε ἀειπάρθενον.


Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ἀσκητικῶς ἐβίωσας, Μελαγγέλλη Ὁσία, νηστείαις καὶ δεήσεσιν, πρῶτον ἐν ἐρημίᾳ, ἔνδον σπηλαίου βιοῦσα, εἶτα δὲ ἡγουμένη, μοναζου-σῶν γεγένησαι, νῦν δὲ νέμεις ἀπαύστως, ταῖς πρὸς Χριστόν, εὐπαῤ-ῥησιάστοις σου μεσιτείαις, ἡμῖν παθῶν ἐκλύτρωσιν, καὶ πταισμάτων τὴν λύσιν.

Θεοτοκίον.

Λόγου Θεοῦ Μητέρα Σε, ἀνυμνοῦμεν ἐκ πόθου, ἐν χαρμοσύνοις ᾄσμασιν, Παναγία Παρθένε, οἱ διὰ Σοῦ σεσωσμένοι, νέμοις οὖν Θεο-μῆτορ, τοῖς ἀναξίοις δούλοις Σου, ἱλασμὸν καὶ εἰρήνην καὶ φωτισμόν, ὅσα θέλεις πάντα γὰρ καὶ ἰσχύεις, ὡς πάντων οὖσα Δέσποινα, ὑπερένδοξε Κόρη.


Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ κα ψάλλομεν Στιχηρά Προσό-μοια τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Γένους περιφάνειαν, πλοῦτον καὶ δόξαν τὴν ῥέουσαν, ἐβδελύξω ποθήσασα, τὸ κάλλος τὸ ἄφθαρτον, τοῦ Χριστοῦ Ὁσία· ἔνθεν μετανά-στις, τῆς σῆς πατρίδος ἐν χαρᾷ, γέγονας Μῆτερ καὶ κατεκόσμησας, τιμίοις σου παλαίσμασι, τὴν Πουασίας περίοικον, Μελαγγέλλη ἰσάγγελε, Ἰρλανδίας τὸ βλάστημα. (Δίς).

Ἔτη πεντεκαίδεκα, ἐν τῇ ἐρήμῳ κατώκησας, ἐν σπηλαίῳ ὡς ἄσα-ρκος, τὴν σάρκα μαράνασα, πόνοις ἐγκρατείας, καὶ τοῦ παλαιμναίου, ἐχθροῦ καθεῖλες τὴν ὀφρύν, τοῦ πρὶν τὴν Εὔαν ἐξαπατήσαντος· αὐτοῦ ἡμᾶς διάσωσον, τῆς πανουργίας δεόμεθα, Μελαγγέλλη πανένδοξε, τοὺς ἐκ πόθῳ τιμῶντάς σε.

Βλέπων σε ἐθαύμασεν, ὁ βασιλεὺς παμμακάριστε· λαγωὸν γὰρ ἐφύλαξας, κυνῶν ἐπιθέσεως, ἐν τῷ σῷ μανδύᾳ, τὸν κατακρυβέντα· ὅθεν δεδώρηταί σοι γῆν, ἵνα ἐγείρῃς μονὴν περίβλεπτον· καὶ ταύτην κυβερνή-σασα, καλῶς ὁσίως κεκοίμησαι, καὶ Ἁγίοις ἠρίθμησαι, Μελαγγέλλη θεό-πνευστε.

Δόξα. Ἦχος πλ. α΄.

Τοῖς ἀσκητικοῖς σου παλαίσμασι, τὴν παρθενικὴν στολήν σου, πολλῷ πλεῖον ἐλάμπρυνας, Μελαγγέλλη Ὁσία Μῆτερ· ὅθεν ὡς Παρθένος φρονίμη, ἐστολισμένη νυμφικῶς ἐν Ἁγίῳ Πνεύματι, καὶ τὴν λαμπάδα τῶν ἔργων ταῖς χερσὶν κατέχουσα, εἰς τὸν νυμφῶνα τῆς ἄνω δόξης, ἐν εὐφρο-σύνῃ ἀνέδραμες. Διὸ ἡ Οὐαλία πᾶσα, σὺν τῇ ἐνεγκαμένῃ σε Ἰρλανδία, χορεύουσι τῇ δόξῃ σου, τὴν σὴν προστασίαν ἐκδεχόμεναι, ἣν παράσχου διηνεκῶς, πᾶσι τοῖς τελοῦσι τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


Μεγαλυνάριον.

Χαίροις Ἰρλανδίας θεῖος βλαστός, καὶ τῆς Οὐαλίας, ὁ ἀσύλητος θησαυρός· χαίροις συνωνύμων, τῶν σῶν ἡ προστασία, Ὁσία Μελαγγέλ-λη, θεομακάριστε.


Ή αγία μάρτυς Μυρόπη.Θαυμαστά σημεία



site analysis

2 ΔΕΚΕΜΒΡΙΟΥ. 

  Ή Μυρόπη γεννήθηκε στήν ’Έφεσο άπό χριστιανούς γονείς.  Μετά τον θάνατο του πατέρα της, μετακόμισε με τη μητέρα της στο νησί της Χίου, όπου και μαρτύρησε γιά τον Χριστό. Τό μαρτύριο της αγίας αυτής παρθένου έλαβε χώρα λίγο μετά τον μαρτυρικό θάνατο του ένδοξου μάρτυρος Ισιδώρου, του εν Χίω (14 Μαίου). Όταν οι δήμιοι άποκεφάλισαν τόν άγιο Ισίδωρο, ή άνδρεία Μυρόπη πήρε κρυφά τό σκήνωμά του, τό μύρωσε και τό ενταφίασε με τιμές σέ ειδικό χώρο. 
Αποτέλεσμα εικόνας για МИРОПИЯ ХИОССКАЯ, МЦ.
   Ό δυσσεβής τύραννος Νουμεριανός πληροφορήθηκε την κλοπή τού σώματος του μάρτυρος και θέλησε να σκοτώσει τούς άνδρες της φρουράς του. Πληροφορηθείς ή μακαρία Μυρόπη, ότι αθώοι άνθρωποι έπρόκειτο αδίκως να βασανιστούν για δική της ενέργεια, έσπευσε ένώπιον των αρχών και ομολόγησε ότι αυτή πήρε τό σκήνωμα του μάρτυρος και τό έθαψε.
  Μέ διαταγή του τυράννου οι δήμιοι μαστίγωσαν άνηλεώς τη Μυρόπη και ύστερα τήν πέταξαν αίμόφυρτη μέσα στο κελί της φυλακής. Όμως ό Κύριος δέν εγκατέλειψε τη μάρτυρα απαράκλητη. Τα μεσάνυχτα ένα υπέρλαμπρο ουράνιο φως πλημμύρισε τό κελί, πλήθος αγγέλων της παρουσιάστηκαν, και εν μέσω αυτών ό άγιος Ισίδωρος, ό όποιος της άπηύθυνε λόγο:



  «Ειρήνη σοι, Μυρόπη! Ή δέησης σου έφθασε εις τον Θεόν και ιδού έρχεσαι μεθ’ ημών ίνα λάβης τον ήτοιμασμένον σοι στέφανον». Ή άγια μάρτυς σκίρτησε άπό άγαλλίαση και τήν ίδια στιγμή παρέδωσε τήν ψυχή της στον Θεό της. Ευωδέστατο άρωμα απλώθηκε τότε άπό τό λείψανό της, πλημμυρίζοντας όλο τον χώρο της φυλακής. Ένας άπ’ τούς παρευρισκόμενους φρουρούς αισθάνθηκε τό άρωμα, πίστεψε στον Χριστό, βαπτίστηκε και σύντομα δέχθηκε και αυτός μαρτυρικό θάνατο. Ή άγια Μυρόπη έλαβε τήν κατοικία της στήν αιωνιότητα, τό έτος 251.

Ο ''Πρόλογος της Αχρίδος''Αγίου Νικολάου Βελιμίροβιτς

Η Αγία Βαρβάρα και τα 3 παράθυρα



site analysis


Από τον βίο της Αγίας Βαρβάρας που εορτάζει η Εκκλησία μας κάθε χρόνο στις 4 Δεκεμβρίου προκαλεί ιδιαίτερη εντύπωση το γεγονός ότι βρήκε μαρτυρικό θάνατο από το χέρι του ίδιου του πατέρα της. 
Η πίστη στο Χριστό χρειάζεται θυσίες. Ενίοτε και τη παραίτηση από τον ίδιο το δεσμό της συγγένειας. 
«Εχθροί του ανθρώπου οι οικιακοί αυτού» ο κυριακός λόγος. 
Και στην περίπτωση της Αγίας βρίσκει πιστή εφαρμογή.
Υπάρχει όμως κι ένα άλλο σημείο στον βίο της Αγίας που αξίζει να προσέξουμε.
Η Αγία προβληματιζόταν για την αλήθεια. Ήταν κλεισμένη από τον τύραννο πατέρα της σε έναν πύργο. Κάποτε, όταν εκείνος έλειπε σε ταξίδι, η Αγία διαπίστωσε ότι χτιζόταν στην βάση του πύργου ένα λουτρό με δύο παράθυρα. 
Η Αγία, η οποία είχε φωτιστεί από το Πανάγιο Πνεύμα, ζήτησε από τους εργάτες να χτίσουν κι ένα τρίτο παράθυρο, ώστε η αίθουσα του λουτρού να φωτίζεται από φως τριπλό, σύμβολο του τριαδικού φωτός του Πατρός και του Υιού και του Αγίου Πνεύματος, που φωτίζει πάντα άνθρωπον ερχόμενον εις τον κόσμον. 
Το τρίτο παράθυρο, μάλιστα, ήταν η αφορμή για να καταλάβει ο πατέρας της ότι είχε γίνει χριστιανή, με αποτέλεσμα να ξεκινήσει ο διωγμός που την οδήγησε τελικά στο μαρτύριο.
Πέρα από τον συμβολικό χαρακτήρα που η διήγηση φέρει (το λουτρό είναι το σύμβολο του βαπτίσματος, του καθαρμού, της αγνότητας, της παρθενίας, της υπερβάσεως της αμαρτίας, ενώ το φως που εισέρχεται από τα παράθυρα είναι η παρουσία του τριαδικού Θεού που δίδει την πληρότητα του φωτισμού στον άνθρωπο που θέλει νόημα και αλήθεια στη ζωή του), αξίζει να προβληματιστούμε και για την κίνηση της Αγίας να ανοίξει ένα τρίτο παράθυρο στο οικοδόμημα, να δούμε τι είναι αυτό που τελικά διαφοροποιεί τον άνθρωπο που πιστεύει στον Τριαδικό Θεό από εκείνον που δεν πιστεύει.
Ο άνθρωπος που δεν πιστεύει στο Θεό ή δεν έχει τον Θεό ως προτεραιότητα στη ζωή του, ζητά το φως και την αλήθεια από δύο παράθυρα. 

Το πρώτο είναι ο νους του, η σκέψη του, ο εαυτός του. 
Ο άνθρωπος προσπαθεί να δει από μόνος του γιατί ζει, γιατί υπάρχει. Βάζει την σκέψη του, τον ορθολογισμό του, αλλά και το ίδιον θέλημα για να βρει στη ζωή του πυξίδα. 
Γνώμονας οι απολαύσεις του, αλλά και ο δικός του τρόπος. Αυτή είναι η φύση μου, αυτή είναι η άποψή μου, αυτές είναι οι επιθυμίες μου, λέει ο άνθρωπος. Και μπορεί να προοδεύσει, γιατί αν έχει ισχύ μέσα του, μπορεί να εξουσιάσει μέσα από αυτή την ισχύ του θελήματός του και της σκέψης του τον κόσμο του, τον μικρό ή τον μεγάλο.

Το δεύτερο παράθυρο είναι ο κόσμος. 
Μέσα από τον κόσμο ο άνθρωπος διευρύνει τους ορίζοντές του, λαμβάνει γνώσεις, ιδέες, κρίνει τους άλλους και γνωρίζει καλύτερα τον εαυτό του, σπουδάζει τη ζωή και μέσα από τις σχέσεις με τους άλλους καταξιώνει τον εαυτό του και ζητά να επικρατήσει είτε ως πρόσωπο είτε ως πρακτική στη ζωή. 
Και χρησιμοποιεί τους άλλους για τον εαυτό του. Και χρησιμοποιεί τον κόσμο για να εξουσιάσει, δηλαδή να εκμεταλλευτεί τις όποιες ευκαιρίες του δίδονται, για να ικανοποιήσει τις φιλοδοξίες του. 
Έτσι, με την βοήθεια της επιστήμης, της γνώσης, της εικόνας, της πληροφορίας ο άνθρωπος θεωρεί ότι απέκτησε νόημα για τον παρόντα χρόνο.
Τα δύο αυτά παράθυρα ανοίγουν στον άνθρωπο πολλές προοπτικές, αλλά δεν του δίνουν πληρότητα. Κι αυτό διότιλείπει το τρίτο, που είναι η σχέση του ανθρώπου με το Θεό, ο Οποίος τον δημιούργησε, αλλά και τον αγάπησε και τον αγαπά, που «έτι ημών αμαρτωλών όντων, Χριστός υπέρ ημών απέθανεν», δηλαδή ο Χριστός, παρότι είμαστε αμαρτωλοί, λεκιασμένοι από το κακό, την αμαρτία και τον θάνατο, για μας πέθανε για να μας οδηγήσει στο λουτρό της παλλιγενεσίας και του φωτισμού.
Ο άνθρωπος της εποχής μας και κάθε εποχής, που παραμένει προσηλωμένος στα δύο αυτά παράθυρα, μέσα από τα οποία θέλει να βλέπει το νόημα της ζωής, μπορεί να δει ένα τμήμα της αλήθειας κι αυτό διότι και τα δύο παράθυρα είναι ευλογίες του Θεού στο δημιούργημά του. 
Αν όμως λείπει το τρίτο παράθυρο, που είναι τελικά ο ίδιος ο Θεός, τα δύο δεν φθάνουν για να φωτίσουν στην πληρότητα τον άνθρωπο, αλλά του δημιουργούν την ψευδαίσθηση ότι το φως σταματά στον παρόντα χρόνο και κόσμο.
Όταν όμως ο άνθρωπος ανοίξει και το τρίτο παράθυρο, διαπιστώνει ότι ο χρόνος και ο κόσμος δεν σταματούν στο θάνατο, ακόμη κι αν αυτός είναι μαρτυρικός, αλλά συνεχίζονται αιωνίως, καθώς μέσα από το τρίτο παράθυρο περνά το φως του Τριαδικού Θεού που ομορφαίνει, νοηματοδοτεί και πληροί τον άνθρωπο πέρα από τον χρόνο, την συγγένεια, ακόμη και την ίδια τη ζωή. 
Αρκεί ο άνθρωπος να έχει ανοιχτά τα πνευματικά του μάτια και να μην παρασύρεται από την παχύτητα της ζωής, όπως επίσης και από ψευδαίσθηση της πληρότητας που του δίδουν τα άλλα δύο παράθυρα.
Ο πολιτισμός μας σήμερα είναι των δύο παραθύρων. 
Η Εκκλησία δίνει, με το άνοιγμα του τρίτου, νέο νόημα και στα δύο πρώτα, δηλαδή καθιστά τον εαυτό μας από εγκλωβισμένο στην αλήθεια του νου και του ιδίου θελήματος, άνθρωπο που πορεύεται προς την αγιότητα, δηλαδή άνθρωπο που γεμίζει από εμπιστοσύνη στο Θεό που τον αγαπά και ακολουθεί πορεία κοινωνίας μαζί Του
Παράλληλα, ο κόσμος, το δεύτερο παράθυρο, γίνεται αφορμή δοξολογίας και ευχαριστίας προς τον Θεό, και ταυτόχρονα αφορμή όχι εξουσίας αλλά αγάπης προς τους άλλους. Αυτές οι δύο συνιστώσες αναμορφώνουν τον άνθρωπο, τον καθαρίζουν στο λουτρό που είναι η Εκκλησία και η ζωή της και τον οδηγούν σε πορεία προς την αιωνιότητα.
Και τα τρία παράθυρα, με το νέο περιεχόμενό τους, τα βρίσκουμε ανοιχτά στην Θεία Ευχαριστία και την λειτουργική ζωή της Εκκλησίας μας. Αγιότητα, δοξολογία, πίστη στον αληθινό Θεό δια Χριστού Ιησού και εν Αγίω Πνεύματι είναι μία διαφορετική πρόταση ζωής, που σώζει. 
Είναι το βίωμα της Αγίας Βαρβάρας και κάθε Αγίου και αποτελεί μοναδική δωρεά, ανάσα σωτηρίας και για τον καθέναν και για την εποχή μας, γιατί καθαρίζει, αλλάζει, αγιάζει και τον εαυτό μας και τον κόσμο μας.
Άμποτε να δούμε, όπως η Αγία Βαρβάρα, και από τα τρία παράθυρα.
π. Θεμιστοκλής Μουρτζανός