Ψαλλομένη τῇ 8η Ἰανουαρίου
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Γεωργίου γ΄ καί τῆς Ὁσίας Δομνίκης γ΄.
Τοῦ Ὁσίου Γεωργίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς ψυχῆς τὴν ἀκρόπολιν, λογισμῶν οὐ κατέσεισαν, προσβολαὶ μακάριε· σὺ γὰρ ἔπαλξιν, ὥσπερ τὴν σὴν προβαλλόμενος, στερέμνιον ἄσκησιν, διετήρησας σαυτόν, τοῦ δεινοῦ πολεμήτορος, ἀπαράτρωτον, ἀπήμαντον ὅλως, καὶ παρέστης, τῷ Δεσπότῃ τῶν ἁπάντων, νικητικῶς στεφανούμενος.
Οὐχ ὁδοῦ μῆκος ἴσχυσεν, οὐδὲ τόπων δυσχέρεια, παραλῦσαι Ὅσιε τὸ διάπυρον, τῆς πρὸς Θεὸν ἐκδημίας σου· κἀκεῖ γὰρ γενόμενος, καὶ τοῖς τόποις εὐφρανθείς, οὗ οἱ πόδες ἐπάτησαν, τοῦ Θεοῦ ἡμῶν, οὐκ ἠμέλησας ὅλως. Εἰ μὴ φθάσῃς, δι' ἀσκήσεως καὶ πόνων, καὶ πρὸς Σιὼν τὴν οὐράνιον.
Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνων τοῖς δάκρυσι, κατανύξει ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέματτες, Χριστοῦ ὑποπόδιον· ἐννοῶν τε καὶ Αὐτόν, ὡς παρόντα καὶ βλέποντα, Ὅν ἐπόθησας· καὶ ἰχνῶν ἐπελάβου διανοίας, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν αὐγαζόμενος.
Τῆς Ὁσίας Δομνίκης. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Ἐκ Δυσμῶν ἀνέτειλας, πρὸς τὴν Ἑῴαν πανόλβιε, ὡς ἀστὴρ φαεινότατος, ἀκτῖσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων Ὁσία, καὶ κατεφώτισας πιστῶν, τάς διανοίας φέγγει θαυμάτων σου· διό σε μακαρίζομεν, καὶ τὴν σὴν μνήμην γεραίρομεν, τὸν Χριστὸν μεγαλύνοντες, τὸν σεπτῶς σε δοξάσαντα.
Τρωθεῖσα τῷ ἔρωτι, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, ὦ Δομνίκα πανεύφημε, Αὐτῷ ἠκολούθησας ἀπαρνησαμένη, ἐπίκηρον δόξαν, καὶ τῆς σαρκὸς τάς ἡδονάς, καὶ πᾶσαν βίου ἄλλην ἀπόλαυσιν· διὸ σε εἰσῳκίσατο,εἰς φωτεινότατον θάλαμον, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Πάθη τοῦ Κυρίου σου, καὶ Ποιητοῦ ἀναπλάττουσα, ἐν αὐτῇ ἀναδέδειξαι, τοῦ Λόγου ὡς ποίημα, λογικὸν Παρθένε, καὶ διὰ τοῦ Λόγου, ἐπαιδαγώγησας παθῶν, τῆς ἀλογίας τὰ παρεκκλίματα· διὸ καὶ καθ’ ὁμοίωσιν, εὐθυποροῦσα ἀοίδιμε, ἀληθὲς καὶ ἀκίβδηλον, τοῦ Θεοῦ ὤφθης ἄγαλμα.
Δόξα. Ἦχος πλ. β’. Τῆς Ὁσίας.
Σήμερον, τῶν Παρθένων οἱ χοροί, ἐπὶ τῇ μνήμῃ ἀθροισθέντες τῆς θεοφόρου Μητρός, ἐν καιναῖς ᾀσμάτων μελωδίαις ἀνευφημήσωμεν ταύτην λέγοντες· χαίροις, ἡ τὴν ἱεράν σου στολήν, τῇ συντονωτάτῃ ἀσκήσει ἐκλαμπρύνασα, καὶ δῶρον ἐκλεκτὸν τῷ σῷ Νυμφίῳ προσάξασα· χαίροις, ἡ τὸν πόθον σου πρὸς Αὐτόν, νυκτός τε καὶ ἡμέρας ἀνατείνασα, παρ’ Οὗ καὶ ἀπήλειφας ὡς θείαν ἀντίδοσιν, τῶν θαυμάτων τὴν ἐνέργειαν. Ἀλλ’ ὦ Δομνίκα πανθαύμαστε, τοῦ Βασιλέως Χριστοῦ, νύμφη πανακήρατε, ἱκέτευε Αὐτὸν ἐκτενῶς, εἰρήνην δωρήσασθαι, ἡμῖν τοῖς λαμπρῶς ἐπιτελοῦσι, τὴν πανέορτον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νάματα Ἰορδάνεια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Ὅλην σαυτήν, τῶν παθῶν ἐκκαθάρασα, δοχεῖον ὤφθης ἐκλεκτόν, μυρεψικὴν ἀποστάζον εὐωδίαν, Δομνίκα θεόνυμφε· καὶ ταῖς μυστικαῖς φρυκτωρίαις θεουργικῶς ἐλλαμφθεῖσα, ὅλη μετάρσιος γέγονας. Διὸ καὶ ἠξίωσαι προλέγειν τὰ ἐσόμενα, διὰ τῆς χάριτος τοῦ ἐνοικοῦντός σοι παντουργοῦ Πνεύματος, καὶ θαυμάτων ἐπιτελεῖν τὰ παράδοξα, ἃ συνελθόντες χρεωστικῶς ἐν θάμβει μεγαλύνομεν.
Ἦχος β΄.
Ὁ προειδώς σου τῆς ψυχῆς τὴν εὐγένειαν, καὶ τὴν μέλλουσαν ἁγιότητα, δι’ ὁπτασίας ἐνθέου, τῷ θείῳ Ἀρχιποίμενι Νεκταρίῳ φανεροῖ σε, ἠνίκα τὴν Βασιλεύουσαν, σὺν ταῖς τεσσαράκοντα παρθένοις κατελάμβανες· ὅθεν τοῦ θείου λουτροῦ, παρ’ αὐτοῦ ἀξιωθεῖσα, καὶ τὸ ἱερὸν σχῆμα περιβληθεῖσα, εἰς ἀγῶνας ἐχώρισας, πόθῳ ζέοντι θεϊκῷ, καὶ Χριστῷ εὐηρέστησας. Ὃν καὶ ἱκέτευε, ὡς Αὐτῷ παρισταμένη, τοῦ ῥυσθῆναι ἡμᾶς τοὺς σὲ δοξάζοντας, ἀπὸ πάσης περιστάσεως.
Ἦχος γ΄.
Τῷ νόμῳ Κυρίου διὰ παντὸς ἐμμελετῶσα, καὶ ἀπαύστως σχολάζουσα, νηστείαις καὶ δεήσεσι, οἶκος φωτοειδὴς γεγένησαι, τοῦ Φωτοδότου καὶ Λυτρωτοῦ. Ὃς ταῖς εὐχαῖς σου ὑπείκων, τόπον ἱερόν, ἐν ᾧ ψυχῶν φροντιστήριον ἀνήγειρας, ἐνδεικνύει σοι Δομνίκα θεόσοφε. Διὸ σοῦ δεόμεθα, πρέσβευε Αὐτῷ, καὶ ἡμᾶς ἀπεργάσασθαι, οἴκους τοῦ Πνεύματος.
Ἦχος δ΄.
Ἐπειγομένη φθᾶσαι ὀρεκτῶν τὸ ἔσχατον, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς κροτάφοις σου ἀνάπαυσιν, ἕως οὗ τὰ πάθη παντελῶς ἐθανάτωσας Δομνίκα ἀξιΰμνητε, ἔχουσα καθ’ ἑκάστην ἐν τῷ νοΐ, ὅτι Χριστὸς ἐποπτάνεται τοῖς δι’ ἀπαθείας κεκοσμημένοις. ᾯ καὶ ἐβόας ἐκτενῶς· ὁπίσω Σου ἀσκητικῶς ἔδραμον, ἀξίωσόν με Ὑπεράγαθε, τῆς χαρᾶς τοῦ προσώπου Σου.
Δόξα. Ἦχος β΄.
Δεῦτε τῶν πιστῶν νῦν τὰ πλήθη, καὶ ἀσκουσῶν ἡ ἱερὰ ὁμήγυρις, χαρμονικῶς ἑορτάσωμεν, τὴν φαιδρὰν πανήγυριν τῆς Ὁσίας τοῦ Χριστοῦ, καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν· χαίροις, τῶν ἀρετῶν στήλη ἔμψυ-ος, καὶ ἀσκήσεως κανὼν ἀκριβέστατος, θαυμάτων αὐτουργός, Δομνίκα πανσεβάσμιε. Πρέσβευε δεόμεθα τῷ Σωτῆρι καὶ Θεῷ, τῷ σὲ μεγαλύναντι, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδών Σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον, ἔλεγε Χριστὲ ὁ Θεός· τί πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; Εἰς ὄνομα δὲ τίνος Σε βαπτίσω; Πατρός; Ἀλλὰ τοῦτον φέρεις ἐν σεαυτῷ. Υἱοῦ; Ἀλλ’ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος Ἁγίου; Καὶ τοῦτο οἶδας διδόναι, τοὺς πιστούς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.
Εἰς τόν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, κατετρώθης τῷ γλυκεῖ, ἔρωτι Χριστοῦ ὦ Δομνίκα, κόσμου κατέλιπες, πᾶσαν τὴν τερπνότητα καὶ ματαιότητα, καὶ σαυτὴν δοῦσα πάνσεμνε, ἀσκήσεως πόνοις, ψυχὴν καὶ διάνοιαν Θεῷ ἀνέθηκας· ὅθεν, καὶ θαυμάτων τὴν χάριν, ἐκ Θεοῦ ὡς ἔπαθλον Μῆτερ, εἴληφας ἀξίως τῶν καμάτων σου.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Δεῦτε, ἐν ᾠδαῖς πνευματικαῖς, τῶν μοναζουσῶν αἱ χορεῖαι, πανηγυρίσωμεν, μνήμην τὴν πανίερον τῆς θεοφόρου Μητρός, πρὸς αὐτὴν πόθῳ κράζομεν· Ὁσία Δομνίκα, ὥσπερ ἐκπετάσασα πρὸς οὐρανίους σκηνάς, πρέσβευε Χριστῷ τῷ Σωτῆρι, ἵνα καὶ ἡμῶν καρδίας γῆθεν, ἀνυψώσῃ πρὸς οὐράνια.
Στ. Μῦρον ἐκκενωθὲν ὄνομά Σου, διὰ τοῦτο νεανίδας ἠγάπησάν Σε.
Ἄστρον, ἀνατέταλκεν ἡμῖν, ἐκ τῆς Καρχηδόνος φωσφόρον ἡ τοῦ Κυρίου ἁγνή, καὶ ψυχὰς κατηύγασε τῶν ἀνυμνοῦντων αὐτήν, καὶ φαιδρῶς τὴν πανέορτον, αὐτῆς ἐκτελούντων, μνήμην μελωδοῦσιν ἐν ᾗ παρέθετο, Κτίστῃ καὶ Νυμφίῳ τὸ πνεῦμα, ᾯ καὶ γηθομένη ἐβόας· ἐν σκηναῖς Σου Λόγε εἰσελεύσομαι.
Δόξα. Ἦχος πλ. δ’.
Ἐκ νεότητος σοφή, τὸν τοῦ Κυρίου ἀραμένη σταυρόν, προθύμῳ Τούτῳ καρδίᾳ κατηκολούθησας· ὅθεν ἐν τοῖς παθήμασιν Αὐτοῦ, νυκτός τε καὶ ἡμέρας ἀδολεσχοῦσα, σάρκα μὲν ἐνέκρωσας, τὴν δὲ θεόφρονα ψυχήν σου ἐζωοποίησας, καὶ ναὸν Αὐτοῦ ἀπετέλεσας. Διὸ καὶ τὴν τοῦ θήλεως φύσιν, διαφερόντως ἐτίμησας, ἀνδρικῶς ἀγωνισαμένη καὶ κατατροπώσασα τοῦ δολίου σατᾶν τὰς μεθοδείας καὶ ἔνεδρα. Καὶ νῦν ἐν τῷ ἀφθάρτῳ νυμφῶνι περιπολεύουσα, μέμνησο καὶ ἡμῶν, τῶν ἐν πόθῳ καὶ χαρᾷ ἐπιτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς Αὐτόν· Σύ με ἁγίασον Δέσποτα τῇ θείᾳ ἐπιφανείᾳ Σου.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια.
Τῆς Ὁσίας. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου τὸν ἐλαφρότατον, ἐν καρδίᾳ ζεούσῃ ἀναλαβοῦσα σεμνή, τῶν προσκαίρων καὶ τερπνῶν κατεφρόνησας, καὶ ἀσκήσει τὴν ζωήν, διανύσασα καλῶς, χοροῖς Ὁσίων συνήφθης, μεθ’ ὧν Δομνίκα Ὁσία, Χριστὸν ἱκέτευε σωθῆναι ἡμᾶς.
Δόξα. Τοῦ Ὁσίου. Ὁ αὐτός.
Γεωργῆσας τὸν λόγον Πάτερ τῆς χάριτος, δικαιοσύνης ἐδρέψω καρποφορίαν λαμπράν, ὡς τὴν ἔνθεον ζωὴν αἰρετισάμενος· ὅθεν τῆς δόξης κοινωνός, ἀνεδείχθης τοῦ Χριστοῦ, Γεώργιε θεοφόρε· ὦ καὶ πρεσβεύεις ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.
Ἐν Ἰορδάνῃ βαπτιζομένου Σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει Σοι, ἀγαπητὸν Σὲ Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα Σοι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσὴφ.
Ὡς ἁγνὴν περιστεράν, καὶ ὡς τρυγόνα παγκαλῆ, εὐφημοῦμέν σε πιστῶς, ὅτι τὸν Ἄναρχον ἐν γῇ, ἀρχὴν λαβόντα δι’ ἔλεον ὦ Δομνίκα, ἠγάπησας θερμῶς, πάσῃ ἰσχύει σου, καρδίᾳ καὶ ψυχῇ καὶ διανοίᾳ σου, καὶ βαπτισθέντι ἐν τοῖς ῥείθροις Ἰορδάνου, ἐν εὐφροσύνῃ ἐκραύγαζες· εὐλογημένος, εἶ Παντοκράτορ, ὁ φανεὶς εἰς τὸ σῶσαι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, διαβιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν· εἰκόνα γὰρ ἡμῖν, ἀναμορφώσεως, καὶ τύπον ἀψευδῆ, ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύο, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα Ἦχος πλ. δ΄. Αὐλῶν ποιμενικῶν.
Τιμήσωμεν φαιδρῶς, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, τὴν ἄμωμον Χριστοῦ, καὶ ὁσίαν ἀμνάδα, χαίροις αὐτῇ βοῶντες Μῆτερ πανένδοξε, Δομνίκα πάνσεμνε, σκεῦος τοῦ Παρακλήτου, Παρθένων καύχημα καὶ ἀγαλλίαμα, ἡ εἰς νυμφῶνα νῦν τὸν φωτεινόν, Χριστοῦ ἀγαλλομένη.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Βαπτίζεται Χριστός, ὁ τὸν κόσμον φωτίζων, ἐξ ὕψους ὁ Πατήρ, ἐμαρτύρησε λέγων. Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα, Αὐτοῦ ἀκούετε. Οὗτός ἐστιν ὁ φωτίζων τὴν οἰκουμένην, τῇ εὐσπλαγχνίᾳ Αὐτοῦ, ὁ βαπτισθεὶς καὶ σώσας ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Εὐφραίνονται λαμπρῶς, τῶν παρθένων τὰ στίφη, ἐπὶ τῇ ἱερᾷ, καὶ ὁσίᾳ σου μνήμῃ, Δομνίκα θεοτίμητε, ἀσκουσῶν τὸ ἀγλάϊσμα, ἃς ἐνίσχυσον, τῇ ἐκτενεῖ σου πρεσβείᾳ, τῆς ἀσκήσεως, τρίβον στενὴν διανῦσαι, εἰς αἶνον τοῦ Κτίσαντος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὀ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, ἐπέφανε σαρκί, βαπτισθῆναι θελήσας, πρὸς Ὃν ὁ θεῖος Πρόδρομος, ἐκπληττόμενος ἔλεγε· πῶς βαπτίσω Σε, ῥύπον μὴ ἔχοντα ὅλως; Πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα;
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῆς Γ΄ Κυριακῆς τῶν Νηστειῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Τὰς τοῦ ἀρχεκάκου ἐχθροῦ μηχανάς, τῇ συντόνῳ σου ἀσκήσει καθελοῦσα, ἐν ἀσθενείᾳ φύσεως, τρόπαιον ἤγειρας λαμπρόν, σθένει ῥωσθεῖσα τοῦ Ἁγίου Πνεύματος· ὅθεν καὶ ἀπήλειφας, τῶν καμάτων σου τὰ γέρα, ἐν τῇ ἀλήκτῳ ζωῇ, Δομνίκα ἰσάγγελε· διὸ μὴ παύσῃ ἱκετεύουσα τὴν Ἁγίαν Τριάδα, τοῦ φωτῖσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Οἱ Κανόνες· τῆς Ἑορτῆς, τοῦ Ὁσίου καί τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς· Τὴν καλλίπαιδα νῦν γεραίρω Δομνίκαν. Ἰωσὴφ.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Τῷ ἐνθέῳ πόθῳ τὴν ψυχήν, ἔνδοξε πτερώσασα, τῶν σαρκικῶν θηράτρων ὑπερίπτασο· διὸ ἱκετεύω σε, θηρευθέντα με, ταῖς παγίσι τοῦ ὄφεως, σοῦ ταῖς ἱκεσίαις, πάνσεμνε Δομνίκα, ἀπολύτρωσαι.
Ἠκολούθεις χαίρουσα Χριστῷ, Τούτου ἀνιχνεύουσα, τὴν ἱερὰν νομοθεσίαν πάνσεμνε, καὶ Παρθένων τάγμασι, συνηρίθμησαι, ὡς παρθένος καὶ ἄμωμος· ὅθεν σε τιμῶμεν, πίστει συνελθόντες ἀξιάγαστε.
Νυσταγμὸν κακίας οὐδαμῶς, ἔνδοξε νυστάζουσα, ἐπαγρυπνεῖς ταῖς φωταυγέσι πράξεσι, καὶ πρὸς φῶς ἀνέσπερον, ἐξεδήμησας, ταῖς ἐκεῖθεν λαμπρότησι, περιχεομένη, καὶ φωταγωγοῦσα τοὺς ὑμνοῦντας σε.
Θεοτοκίον.
Καὶ πρὸ τόκου ἄφθορος Ἁγνή, καὶ μετὰ τὴν κύησιν Μήτηρ Θεοῦ, ὑπερφυῶς διέμεινας· ὅθεν Σε ποθήσασα, θείῳ Πνεύματι, ἡ Δομνίκα ὀπίσω Σου, ἄφθορος προσήχθη, τῷ Παμβασιλεῖ Υἱῷ Σου, Ἄχραντε.
ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Πλωτῆρας θαλαττεύοντας, διεσώσω ἔλαιον, μετ’ εὐλογίας πέμπουσα, τῇ θαλάσσῃ καὶ μεταβάλλουσα, εἰς γαλήνην Δομνίκα τὸ κλυδώνιον.
Ἀΰλοις λαμπομένην σε, φρυκτωρίαις, Ἄγγελος, φωτοειδὴς ἐμήνυσεν, Ἱεράρχῃ ἐπιδημήσασαν, Βασιλίδα πρὸς πόλιν θείῳ νεύματι.
Ἱστίῳ πτερουμένη, τῆς ἐγκρατείας ἔφθασας, τῆς ἀπαθείας ἔνδοξε, τοὺς λιμένας· λιμήν τε γέγονας, τοῖς εἰς βάθη κακίας ὀλισθήσασι.
Θεοτοκίον.
Δυνάμωσον Πανάχραντε, τὸ ἀσθενές μου δύναμιν, ἡ τοῦ Ὑψίστου τέξασα, τὴν τὸ εἶναι πᾶσι παρέχουσαν, καὶ Δομνίκης τὴν μνήμην μεγαλύνασαν.
Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς Σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης, τὸ Φῶς τὸ ἀπρόσιτον.
Κάθισμα τῆς Ὁσίας. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν σάρκα ἐσταύρωσας, σὺν τοῖς παθήμασι, καὶ πᾶσαν τὴν ἔφεσιν, πρὸς Χριστὸν ἔσχηκας, Δομνίκα Νυμφίον τὸν σόν· ἄφθαρτον διὰ τοῦτο, ἐκομίσω τὸ στέφος, καὶ Ἀγγέλων χορείαις, ἠριθμήθης Ὁσία, πρεσβεύουσα Αὐτῷ ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον.
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια· τὸ κράτος συνέτριψας τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διὸ Σε ἱκετεύομεν· σῶσον τὸν κόσμον Σου.
ᾨδὴ δ΄. Ἐλήλυθας, ἐκ Παρθένου.
Ἀπήστραψας, φωτισμὸν ἰαμάτων διώκουσα, παθῶν τὴν σκοτόμαιναν, καὶ τῶν δαιμόνων τάς φάλαγγας, πάντας δὲ ἐφώτισας, τοὺς εὐσεβῶς σοι Δομνίκα προσπελάζοντας.
Νυμφίος σε, Βασιλεὺς ἐπουράνιος ἔνδοξε, δοξάζει ἐνώπιον, τοῦ ἐπὶ γῆς βασιλεύοντος, καταπληττομένου σου, τὸν ἀκηλίδωτον βίον καὶ τὰ θαύματα.
Ὑπήκοος, τῶν εὐχῶν σου ὑπάρχων ὁ Κύριος, σαφῶς προσημαίνει σοι, τόπον ἐν ᾧ φροντιστήριον, ἤγειρας, τὰ πνεύματα, τῆς πονηρίας Δομνίκα ἀπελάσασα.
Θεοτοκίον.
Νεκρώσεως,τοὺς χιτῶνας Ἀδὰμ ἐξεδύσατο, τῇ θείᾳ γεννήσει Σου, καὶ τὴν στολὴν ἠμφιάσατο, μόνος ἣν ἐξύφανεν, ἐν τῇ γαστρί Σου ὁ Λόγος σωματούμενος.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Γεωπονήσασα, καὶ τῷ ἀρότρῳ τῶν εὐχῶν τέμνουσα, τὴν ψυχικήν, αὔλακα πολύχουν, ἐδρέψω τὸν καρπόν, θείαις ἀποθήκαις, ἁγνὴ συντηρούμενον.
Ἐπιφωτίζουσα, τὸν καθαρόν σου λογισμὸν ἔβλεπες, τοῦ παντουργοῦ, Πνεύματος δυνάμει, τὰ πόῤῥω ὡς ἐγγύς, καὶ τῶν ἐσομένων, προλέγεις τὴν ἔκβασιν.
Ῥώμῃ τοῦ Πνεύματος, ἱερουργός σε τελειοῖ χρίσματι, θεουργικῷ, τῆς διακονίας, ποιμαίνειν ἱεράς, ψυχὰς ἐγκελεύων, Δομνίκα θεόσοφε.
Θεοτοκίον.
Ἅγιον Κύριον, Κυριοτόκε τοῦ παντὸς τέτοκας, Ὅν ἐκ ψυχῆς, Δομνίκα ποθοῦσα, παθῶν φθοροποιῶν, κατακυριεύει, Παρθένε ὑμνοῦσα Σε.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἱερὸν προφητεῖον ἀνήγειρας, θείου Ζαχαρίου Προφήτου θεόφρονος, μεθ’ οὗ ναὸν εἰς ἅγιον, συγχορεύεις Δομνίκα θεόσοφε.
Ῥεῖθρον ὤφθης ἰάσεων ἄφθονον, πλυνοῦσα φλογμὸν παθημάτων καὶ βρύουσα, ἁγιασμὸν σωτήριον, κυριώνυμε κόρη θεόνυμφε.
Ὡς καλήν, ὡς ὡραίαν, ὡς ἔντιμον, ὡς τῆς παρθενίας αὐγαῖς διαλάμπουσαν, σὲ ὁ Νυμφίος Κύριος, ἑαυτῷ συνεισάγει ἀοίδιμε.
Θεοτοκίον.
Δι’ ἐμὲ κατ’ ἐμὲ ἐχρημάτισε, βρέφος ὁ Παντέλειος ἀνακαινίζων με, καὶ παλαιωθέντα πάθεσι, διὰ Σοῦ Παναγία Θεόνυμφε.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἐν πολλοῖς τὸ σῶμα κατατήξασα, τὸν νοῦν πρὸς Θεὸν, τελείως ἀνεπτέρωσας, διὸ γέγονας ἐνδιαίτημα θεῖον τοῦ Πνεύματος, λαβοῦσα θαυμάτων τὴν ἰσχύν, Δομνίκα Ὁσίων ἐγκαλλώπισμα.
Ὁ Οἶκος.
Ἀπὸ νεότητος τὴν θείαν ἐβάδισας ὁδὸν τὴν στενὴν καὶ τεθλιμμένην, ἀκούσασα τοῦ Ἱεροῦ Εὐαγγελίου, ὅτι αὕτη ἀπάγει εἰς ζωήν καὶ ὄντως ἀξιωθεῖσα φθᾶσαι τὴν ὄντως ζωὴν τὸν Χριστόν, ἐν τῇ προσκαίρῳ ταύτῃ παροικίᾳ σου, διὰ πολλῶν ἰδρώτων καὶ ἀγώνων, μετέστης σήμερον πρὸς τὴν ἄπονον καὶ ἄμοχθον διαγωγήν, ἐν ᾗ διπλοῦν τὸ στέφος εἴληφας παρὰ τοῦ ἀθανάτου σου Νυμφίου, ὡς παρθένος καὶ Ὁσία. ᾯ μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ τῶν βοώντων σοι· χαίροις Δομνίκα Ὁσίων ἐγκαλλώπισμα.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Δομνίκης.
Στίχοι·
Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα,
Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα.
Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ὁ νοῦς σου ταῖς νεύσεσι ταῖς πρὸς τὸ θεῖον, θεούμενος πάντοτε, φωτοειδὴς γεγένηται, ἐντεῦθεν ἐξέκλινας, τὸ δυσμενὲς τῆς σαρκός, μέλπουσα θεόσοφε· ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.
Μυστήρια θεῖά σοι ἀποκαλύπτει, Θεὸς Ὑπερούσιος, ἐν σοὶ ἀναπαυσάμενος· ὁρᾷς γὰρ φοιτήσαντα ἅγιον Ἄγγελον, καὶ καθαγιάσαντα σεμνή, τὴν τῶν ὑδάτων φύσιν ἐν Πνεύματι.
Ναὸς θείου Πνεύματος γεγενημένη, ναὸν πρὸς τὸν ἅγιον, ὑπάρχουσα ἀκήκοας, φωνῆς διδασκούσης σε θεῖα Μυστήρια, καὶ τὴν ἐκ τοῦ σώματος, σεμνὴ ἀποδημίαν τοῦ βασιλεύοντος.
Θεοτοκίον.
Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, ὑπάρχει ὁ Κύριος, ὁ Σὲ Μητέρα πάναγνον, καὶ Νύμφην ἀνύμφευτον προεκλεξάμενος, Ὅν ὑπὲρ τῶν δούλων Σου ἀεί, μὴ διαλίπῃς πρεσβεύειν Ἄχραντε.
ᾨδὴ η'. Τὸν ἐν καμίνῳ.
Κεκοσμημένη ἀρεταῖς, καὶ θαυμάτων κροσσωτοῖς πεποικιλμένη, πρὸς ὡραῖον νυμφῶνα, τοῦ Βασιλέως Χριστοῦ, Δομνίκα ἀνέδραμες ψάλλουσα, καὶ ὑπερυψοῦσα, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἀκολουθήσασα Χριστῷ, ὡς Ποιμένι καθαρῷ ἀμνὰς τιμία, πρὸς οὐράνιον μάνδραν, τῶν ἐπισήμων ἐν ᾧ, προβάτων συναυλία πέφυκεν, ἐν ἀγαλλιάσει, ἐσκήνωσας Ἁγία.
Νεύσει Θεοῦ παντουργικῇ, τὴν ἀπόθεσιν τοῦ σοῦ μαθοῦσα σκήνους, χαριστήριον αἶνον, καθαρωτάτῃ ψυχῇ, τῷ πάντων αἰτίῳ προσέφερες· Οὗ τὸ σὸν εἰς χεῖρας, σεμνὴ παρέθου πνεῦμα.
Θεοτοκίον.
Ὁ ὑπερούσιος Θεός, οὐσιοῦται δι’ ἡμᾶς τῶν Σῶν ἐκ σπλάγχνων, τὴν φθαρεῖσαν οὐσίαν, ἀνακαινίσαι ζητῶν, δι’ οἶκτον Παρθένε καὶ ἔλεον, ὁ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.
Μεγαλυνάρια τῆς Ἑορτῆς.
ᾨδή θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἱερώταται χορεῖαι, τῇ σεπτῇ σου κοιμήσει, ἐξάρχουσαι τῆς θείας σου ψυχῆς, τοῖς καθορῶσιν ἐφάνησαν, ἱεραῖς μελῳδίαις, εἰς τόπον ὁδηγοῦσαι σε σκηνῆς θαυμαστῆς, ἔνθα ἦχος, ἑορταζόντων ἔνδοξε.
Ὡς τῆς ἀμπέλου σὺ θεῖον, εὐφορώτατον κλῆμα, φανεῖσα κατανύξεως ἡμῖν, θείους ἐξήνθησας βότρυας, ἀναβλύζοντας οἶνον, ἰάσεων Δομνίκα τῶν ψυχῶν, καὶ καρδίας τῶν πίστει, τιμώντων σε εὐφραίνοντας.
Σωματικῶν παθημάτων, ψυχικῶν τε κηλίδων, καὶ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, ῥῦσαι ἡμᾶς ταῖς πρεσβείαις σου, τοὺς τῇ σκέπῃ σου πόθῳ προσφεύγοντας Δομνίκα καὶ τὴν σήν, ἑορτὴν ἐκτελοῦντας, τὴν θείαν καὶ σεβάσμιον.
Ἡλιακὴν ὡς ἀκτῖνα καταυγάζουσαν πάντας, ὡς νύμφην τοῦ Χριστοῦ περικαλῆ, καὶ ὡς τρυγόνα φιλόσεμνον, ὡς ἑλαίαν ὡς κέδρον, ὡς οὖσαν ἐκλεκτὴν περιστεράν, εὐφημοῦμέν σε πάντες, Δομνίκα κυριώνυμε.
Θεοτοκίον.
Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρίναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με, δυσωπεῖ Σε Παρθένος, ἡ Σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Ὁσίων τάγματα.
Ἐξαποστειλάρια.
Τῆς Ὁσίας. Ἐπεσκέψατο ἡμᾶς.
Τῶν γηΐνων καὶ φθαρτῶν, καταφρονήσασα σεμνή, τῷ διαπύρῳ πρὸς Χριστόν, ζήλῳ σου τῶν ἐν οὐρανοῖς, ἀφθάρτων ἐπεθύμησας· Χριστὸς ὅθεν σὲ στέφει, ἀφθάρτοις ἐν στέμμασι.
Καὶ τῆς Ἑορτῆς. Ἐπεσκέψατο ἡμᾶς.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ Φῶς τὸ ἀπρόσιτον.
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις, Ὁσίων ἀγλάϊσμα, μοναστριῶν καλλονή, καὶ τερπνὸν σεμνολόγημα, ἡμῶν δὲ ἀντίληψις, τῶν τελούντων τὴν μνήμην σου, καὶ αἰτουμένων τὴν σὴν βοήθειαν, Μῆτερ Δομνίκα, καὶ ἐν ᾠδαῖς ἱεραῖς, ὑμνολογούντων σε, ὥσπερ πάλαι ᾄσμασι, θεῖος χορός, τῇ σεπτῇ κοιμήσει σου, Ὁσία ἔμελπε.
Μῆτερ, Δομνίκα θεόπνευστε, σὺ ἐν σοφίᾳ πολλῇ, καὶ συνέσει θεόφρονι, κόσμου τὴν προσπάθειαν, νουνεχῶς καταλέλιπας, καὶ εἰς ἀγῶνας σεμνὴ ἐχώρησας, ἔχουσα ῥῶσιν, Χριστὸν τὸν Κύριον, ἕως εἰς τέλειον, τοῦ ἐχθροῦ ἠφάνισας τὰς μηχανάς, καὶ εἰς τὰ οὐράνια, χαίρουσα ᾤκησας.
Ἀσκητικῶς διανύσασα, τῆς ἐπικήρου ζωῆς, σοῦ Δομνίκα τὸν δίαυλον, σὺν χοροῖς ἠρίθμησαι, τῶν Ὁσίων ἀοίδιμε, λελαμπρυσμένη, ἁγνείας κάλλεσι, πεποικιλμένη, πόνοις ἀσκήσεως, διὸ βοῶμέν σοι· σὺν αὐτοῖς ἱκέτευε τὸν Λυτρωτήν, τοῦ ῥυσθῆναι ἅπαντας, πάσης κακώσεως.
Ποίμνην τὴν σὲ μεγαλύνουσαν, καὶ συνελθοῦσαν πιστῶς, τῇ λαμπρᾷ πανηγύρει σου, εὐφημῆσαι ἔνδοξε, βιοτῆς σου τὰ σκάμματα, πλῆσον ἐνθέου, χαρᾶς πανσέβαστε, καὶ πάσης βλάβης, ταύτην διάσωσον, καὶ καθικέτευε, ἀσινῇ φυλάττεσθαι ἐκ τοῦ ἐχθροῦ, ὦ Δομνίκα πάντιμε, τὰ πανουργεύματα.
Δόξα. Ἦχος πλ. α΄.
Στησώμεθα χορείαν πνευματικήν, μοναστριῶν τὰ συστήματα, καὶ μελωδικῶς ἀνυμνήσωμεν τὴν ἀκήρατον νύμφην τοῦ Χριστοῦ, Δομνίκαν τὴν ἀξιάγαστον. Σήμερον γάρ, δαβιτικῶς κατέπαυσεν, πετασθεῖσα εἰς καλιὰς οὐρανίους, ἔνθα καὶ τῶν πόνων αὐτῆς τὰς ἀμοιβὰς ἐκομίσατο· ἔδει γὰρ τὴν ἐν γῇ ἀγωνισαμένην, ἐν οὐρανοῖς δοξασθῆναι. Διὸ πρὸς αὐτήν, ἐν πόθῳ βοήσωμεν· Μῆτερ παμμακάριστε, ἱκέτευε τὸν σὸν Νυμφίον Χριστόν, τοῦ ῥυσθῆναι ἡμᾶς ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁρῶσά Σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα, ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι σοι· ἡ θάλασσα ἔφυγεν· ὁ Ἰορδάνης τὸ ῥεῖθρον ἀνεχαίτησε· τὰ ὄρη ἐσκίρτησαν θεωροῦντά Σε καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! Ὁ Σωτὴρ γυμνοῦται, ἐνδύσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ ἀνάπλασιν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις, ὦ Δομνίκα νύμφη Χριστοῦ, κάλλος τῶν Παρθένων, χαρμονὴ τῶν μοναζουσῶν· χαίροις ἡ τῷ θρόνῳ, Κυρίου παρεστῶσα, ᾯ πρέσβευε σωθῆναι, τοὺς σὲ γεραίροντας.
Πάντες οἱ τιμῶντές σου τὴν σεπτήν, καὶ ἁγίαν μνήμην, ἱκετεύομεν τοῦ λαβεῖν, λύσιν ὀφλημάτων, ταῖς σαῖς θερμαῖς πρεσβείαις, Δομνίκα πανολβία, Ὁσίων καύχημα.